Ἐὰν δὲ Τόσοι πόδες ἐμβαδικοὶ πόσοι πήχεις ἐμβαδικοί; τὸ ἀνάπαλιν. Ἐπεὶ οὖν αἱ μὲν ξυλικαὶ μετρήσεις ἑτέρας ἔχουσιν ἐννοίας, ἑτέρα δὲ ὁμολογία αὕτη ἡ λεχθεῖσα ἐπὶ τῶν γραφῶν, καὶ ὅτι ἕκαστον εἶδος ἑκάστου εἴδους ἔχει τὴν ἰδίαν διαφοράν, ἐν ταῖς ἀπογραφαῖς γενόμενοι περὶ τούτων τὴν ἀκριβολογίαν ποιησόμεθα. παντὸς μέτρου καὶ τοῦ ὀνομαζομένου κανὼν ποδ. ἐπιπέδου λιθικοῦ πήχ., ἐφʼ ᾧ ἂν γένηται ἐκεῖνο τὸ εἶδος ἄγει, καὶ παῤ ᾧ ἂν παραβληθῇ, ἐκείνην τὴν παραβολὴν ποιεῖται. Ἐὰν οὖν ἐκθώμεθα πῆχυν εὐθυμετρικὸν ἐπὶ πῆχυν εὐθυμετρικὸν, ποίει ἐμβαδομετρικὸν πῆχυν α΄. Ἐὰν δὲ πῆχυν ἐπὶ παλαιστήν, ποίει παλαιστὴν α΄, ὅ ἐστι πήχεως Ϛ″. Ἐὰν δὲ πῆχυν ἐπὶ δάκτυλον, ποίει χυδαῖον δάκτυλον α΄, ὅ ἐστι πήχεως κδ″.