Ἐὰν δὲ Τόσοι πόδες στερεοὶ πόσοι πήχεις στερεοί; τὸ ἀνάπαλιν. Ὁ Ῥμμαϊκὸς ποὺς πρὸς τὸν βασιλικὸν πῆχυν λόγον ἔχει κατὰ μὲν εὐθυμετρίαν ὡς ε΄ πρὸς θ΄, κατὰ δὲ ἐμβαδομετρίαν ὡς ὁ κε΄ πρὸς τὸν πα΄, κατὰ δὲ στερεομετρίαν ὡι, ὁ ρκε΄ πρὸς τὸν ψκθ΄. Ἐὰν οὖν τις λέγη ὅτι Οἱ ρ΄ πήχεις οἱ εὐθυμετρικοὶ πόσοι πόδες Ῥωμαϊκοὶ εὐθιμετρικοί; ποίει ἐννάκις τὰ ρ΄· γίνονται Ϡ΄· καὶ μέριζε παρὰ τῶν ε΄· γίνονται ρπ΄·