Τῆς τῶν μαρμάρων τε καὶ ξύλων μετρήσεως ἀναγκαίας οὔσης πρῶτον ὑποθέμενοι τὴν τῶν πηχῶν διαφοράν ἑξῆς καὶ τὴν μέτρησιν αὐτῶν ὑποτάξομεν· τὰ γὰρ γεγραμμένα ἡμῖν εἴτε ἐπὶ πηχῶν, εἴτε ἐπὶ ποδῶν, εἴτε καὶ διʼ ἑτέρων μέτρων, τριχῶς νοεῖται κατὰ τὸ εὐθυμετρικὸν καὶ ἐμβαδομετρικὸν καὶ στερεομετρικόν. εὐθυμετρικὸν μὲν οὖν ἐστιν οὗ τὸ μῆκος μόνον ψιλῶς μετρεῖται, μῆκος γάρ ἐστιν· ἐμβαδομετρικὸν δὲ τὸ ὑπό τε μήκους καὶ πλάτους, ἐπιφάνεια γάρ ἐστιν· στερεομετρικὸν δὲ τὸ ὑπό τε μήκους καὶ πλάτους καὶ βάθους, ἐπιφάνεια γὰρ τούτων ἐστίν· καὶ γὰρ πάντα τὰ κυβικὰ στερεά, τὰ δὲ στερεὰ οὐχ ὡς τὰ ἐμβαδομετρικά, τούτων δὲ οὕτως ἐχόντων ἐπὶ τὴν διδασκαλίαν καὶ ἀκολουθίαν τῆς μετρήσεως τῶν μαρμάρων καὶ ξύλων καὶ λοιπῶν ἐλθεῖν ἀναγκαῖον. 3. ἀλεξανδρείως Β 4. μέτρα] μετὰ MO, sed O in marg. lego μέτραʼ. περὶ Β 5. τε καὶ om. M 6. πηχῶν BMO et hic et infra, πήχεων Μαi ubique (non puto Ν) 7. ὑποτάξωμεν 0 8. δʼ ἑτέρων Β 9. μέτρων] μερῶν 0 10. στερεωμετρικόν MO 11. μετρῆται Β 12. τε om. M 13. στερεομετρικὸν usque ad τούτων ἐστίν om. Β; eodem loco O semel, M bis habet haec: στερεωμετρικὸν δὲ τὸ ὑπό τε μήκους καὶ πλάτους, ἐπεφάνεια γάρ ἐστιν (ἐστι 0); ea quae supra exhibuimus edidit Μαἱ 16. ἀκολουθείαν Β, ἀκολούθως Ν, ἀκολουλου cum suprascr. θ΄ O Μάρμαρον μῆκος ποδῶν ιγ΄, πλάτος ποδῶν δ΄, πάχος δακτύλων Ϛ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνεται νβ΄· ταῦτα ἐπὶ τὸ πάχος γίνονται δάκτυλοι τιβ΄· ταῦτα ἀεὶ μέριζε εἰς τὰ ιϚ΄ διὰ τὸ ἔχειν τὸν πόδα δακτύλους ιϚ΄· γίνονται ιθ΄ 𝒮· τοσούτων ἔσται ποδῶν στερεῶν τὸ μάρμαρον. Μάρμαρον μῆκος ποδῶν Ϛ΄, πλάτος ποδῶν ε΄, πάχος ποδὸς α΄. εὑρεῖν πόσων ποδῶν στερεῶν ἐστι τὸ μάρμαρον· ποίει οὕτως· τὰ μῆκος ἐπὶ τὸ πλάτος γίνεται λ΄· ταῦτα ἐπὶ τὸ πάχος, τουτέστιν ἐπὶ τὸ ἓν ἅπαξ ἤτοι , λ΄· τοσούτων ἔσται ποδῶν στερεῶν τὸ μάρμαρον. Ξύλον στρογγύλον, οὗ τὸ μὲν μῆκος ποδῶν ιϚ΄, ἡ δὲ περιφέρεια δακτύλων λ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ λ΄ τῆς περιφερείας ἐφʼ ἑαυτὰ γίνονται Ϡ΄· ὧν τὸ ιβ″ γίνεται οε΄· ταῦτα ἐπὶ τὰ ιϚ΄ γίνονται ,ασ΄· ὧν τὸ ρ𝒢β″, ἵνα γένωνται πόδες. τὰ δὲ λοιπὰ εἰς η″, ἵνα ὦσι δάκτυλοι· ὡς εἶναι τὸ ξύλον ποδῶν στερεῶν Ϛ΄ δακτύλων Ϛ΄. Ξύλον μείουρον μῆκος ποδῶν ιγ΄, πλάτος δακτύλων ιε΄, πάχος ἤτοι ὕψος δακτύλων η΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ ιγ΄ τοῦ μήκους ἐπὶ τὰ ιε΄ τοῦ πάχους γίνονται ρ𝒢ε΄· ταῦτα ἐπὶ τὰ η΄ τοῦ ὕψους γίνονται ,αφξ΄. ἐξ ὧν δὴ κούφιζε τὸ δ″· λοιπὰ αρο΄· ὧν τὸ ρ𝒢β″ γίνεται Ϛ΄· τὸ λοιπὸν εἰς η″ γίνονται β΄ δ″· ὡς εἶναι τὸ ξύλον ποδῶν κτερεῶν Ϛ΄ δακτύλων β΄ δ″.