ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί, ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ, τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων. ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν, τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον. Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς πένθος μέγιστον καὶ διʼ αἰῶνος πάτρας ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης. μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς νήπαυστον αἰάζουσα καὶ γοωμένη δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον. κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη, μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων. πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς, ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις, ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν. πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονες δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς τοὺς πρόσθʼ ἔδεθλον Ξουθίδας ᾠκηκότας. γλήναις δʼ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει, στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην λεῦσσον φόνον τʼ ἔμφυλον ἀγραύλων λύκων,