καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται, ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς. ἀλλʼ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου καὶ Λᾶν περάσεις, ἀντὶ δʼ εὐχίλου κάπης καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας, ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος, σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον. καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος, δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ, Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ, θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν, αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι. νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας, τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν, ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων κεναῖς αφάσσων ὠλέναισι δέμνια. ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται καὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενος ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίαν Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,