καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων. ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν ποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ Τίταρον Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν Γόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύας καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις αἰῶνα κωκύσουσιν ἠλοκισμένοι. ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός, λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος. τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον Κρίμισα φιτροῦ δέξεται μιαιφόνον· αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον· Δύρα παρʼ ὄχθαις ὅς ποτε φλέξας θρασὺν λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ δράκοντʼ ἀφύκτων γομφίων λυροκτύπῳ. Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος, εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων, Ναύαιθος ἔνθα πρὸς κλύδωνʼ ἐρεύγεται. κτενοῦσι δʼ αὐτὸν Αὔσονες Πελλήνιοι βοηδρομοῦντα Λινδίων στρατηλάταις, οὓς τῆλε Θερμύδρου τε Καρπάθου τʼ ὀρῶν πλάνητας αἴθων Θρασκίας πέμψει κύων, ξένην ἐποικήσοντας ὀθνείαν χθόνα. ἐν δʼ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν. ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,