καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου, ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος ἔδειμε πεντήκοντα σὺν ναυηγέταις. κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων οὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς. ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους ἔρημον εἰς Ἄτλαντος οἰκητήριον θρυλιγμάτων δέρτροισι προσσεσηρότας· Μόψον Τιταιρώνειον ἔνθα ναυβάται θανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρ κρηπῖδʼ ἀνεστήλωσαν Ἀργῷου δορὸς κλασθὲν πέτευρον, νερτέρων κειμήλιον, Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον, δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος. Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη θαλασσόπαις δίμορφος αὐδάζει θεός, ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς ῞Ελληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς. εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ κρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς, ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί, τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος, Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,