φάλαινα δυσμίσητος ἐξινωμένη, ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς· ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ, λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας. Ἐπόψεται δὲ τοὺς θερειπότους γύας καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος. καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸς τῆς θηλύπαιδος καὶ τριάνορος κόρης. ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν, καὶ δῶρʼ ἀνάψει παρθένῳ Σκυλητρίᾳ Ταμάσσιον κρατῆρα καὶ βοάγριον καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας. ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς, ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον. γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης, καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη, μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι. ἥξει δὲ ταύρου γυμνάδας κακοξένους πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ, Ἀλεντία κρείουσα Λογγούρου μυχῶν, Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,