λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει, ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ, ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον. ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία ὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε, μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας. λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς, ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς, κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν, σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας. κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς. κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται, Ἀχιλλέως δάμαρτος αὐτανέψιος. μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς ὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον, ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκων Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος, τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων. Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος, ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον, ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ, σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,