αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς, ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος ἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον, βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς. μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένην ἅρπην περάσας, μεζέων κρεανόμον, ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις, τὸν μυθοπλάστην ἐξυλακτήσει γόον, ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους. οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοι λήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην. ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους, θοίναισιν ὄλβον ἐκχέασα τλήμονος. αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων. οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,