ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν. ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς γείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά. λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται, κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις, Ὠκινάρου δίναισιν ἀγχιτέρμονα. λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς. πρώτῃ δέ καὶ ποτʼ αὖθι συγγόνων θεᾷ κραίνων ἁπάσης Μόψοπος ναυαρχίας πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον, χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη. Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς παλινστροβήτοις πημοναῖς ἀλώμενος κεραυνίῃ μάστιγι συμφλεχθήσεται καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων, Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ. βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις, ἀναυλόχητον αὐτοκάβδαλον σκάφος βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν εἰκαῖα γόμφοις προστεταργανωμένην. ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον