ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων, οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου. Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης, Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος, ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν πηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα, λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας λίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ, Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας, λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος, μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν· θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος, πήληκα κόρσῃ κίονος προσάρμοσας. κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς, οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας, αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς, ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά. τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα· οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν