χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν. ἐπόψεται δὲ λείψανον τοξευμάτων τοῦ Κηραμύντου Πευκέως Παλαίμονος, οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην. ἄλλος δʼ ἐπʼ ἄλλῳ μόχθος ἄθλοις μενεῖ, τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος. ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν; ποία δʼ Ἐρινὺς μιξοπάρθενος κύων; τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς; ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα, καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι στένοντες ἄτας ἐν συφοῖσι φορβάδες γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός. ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν καὶ νεκρόμαντιν πέμπελον διζήσεται ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας, ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ, καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον, πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν. ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας φλογμῷ ζέουσα δέξεται μονόστολον,