ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον, δράκοντα τὸν φθείραντα Φαίακας κτανών. οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον, τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι. ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην ἄδορπα παιδεύσουσι νηπίους γονάς. οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ, πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ. καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης, Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι, γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδος καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ. τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα ἁρπυιογούνων κλώμακάς τʼ ἀηδόνων πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους, πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται, λώβαισι παντοίαισιν ἐσπαραγμένους, ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς. ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον