ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι. ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι, καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι, τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι. Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης ἔσται κακῶν τε πημάτων παραίτιον, ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων πρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον. κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως, τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον. κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς εὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ, Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν, γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός, ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών. στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον, ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν ἄνδηρʼ ἀρέζοις ἴχνεσιν δατούμεναι. θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,