σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους, τροφὴν δʼ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας, Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν. ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς μυληφάτου χιλοῖο δαιδαλευτρίας ἕρπιν τε ῥέζειν ἠδʼ ἀλοιφαῖον λίπος, οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας. αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον. καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι· Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας λαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί, πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς Γόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλον ἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ Ὠλένου Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ. ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν παρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται, πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν δίαιταν αἰνέσουσι, πορκέων δίκην, κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν. ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺς φερώνυμον νησῖδα νάσσονται πρόμου, θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ