τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις· οὓς μήποτʼ, ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί, μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας πρύμνης ἀπʼ ἄκρας γυμνὸν αἰψηρὸν πόδα εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν, μηδʼ οἱ λεόντων τῶνδε καρτερώτεροι, ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο, καὶ δἶ Ἐνυώ, καὶ τριγέννητος θεὰ Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία. οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ, Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ, ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ, ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν, καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα. οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυ κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών, Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι, Μαζουσία προὔχουσα χερσαίου κέρως. Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδα ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος, ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις σίνιν καταρρακτῆρα δέξωνται πικρὸν οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε