λυκαινομόρφων Νυκτίμου κρεανόμων, τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός, χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος. οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ, βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας. ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος, ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν. ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ, στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο, πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν. τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας κέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχος λαθραῖον αὐτόκλητος Ἰδαία πόρις ἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις, θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς· ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχις κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει, ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος, ὧν ὀστράκου στρόβιλος ἐντετμημένος κόρσην σκεπάζει ῥῦμα φοινίου δορός. τὰ δʼ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα. ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον