Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων, οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη, τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ, μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης, ἦμος καταίθων θύσλα Κωμύρῳ λέων σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς, σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας. οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς. ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν, ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται, δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ. ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς, γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ, τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα, ὅταν κλύδωνας ἐξερεύγηται γνάθων, λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον. ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος, χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν. Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών, χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς