τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν, ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους, ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος. Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν· τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον, συὸς παραπλαγχθέντα θηλείας τόκων, ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον· τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως, αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς· τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον, ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς, ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα, ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου. δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης. αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται, ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους. οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν. Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος