ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης γλήνας ἄνω στρέψασα χώσεται στρατῷ, ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός, ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον. ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους, οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους, οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν, ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς θερμοῖς τεκόντων δακρύοις λελουμένας παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων. Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων γωλειὰ καὶ Φόρκυνος οἰκητήριον, ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε, ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου δίναις παλιρροίοισιν ἕλκοντος σάλου, ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων, ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ. τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον, διπλῶν μεταξὺ χοιράδων σαρούμενον. Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ