πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ, Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν. ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ, ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών, τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ, ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά, τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδος λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς. ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη, ἐν παρθενῶνος λαΐνου τυκίσμασιν ἄνις τεράμνων εἰς ἀνώροφον στέγην εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας, ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων, ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι τῆς μισονύμφου Λαφρίας Πυλάτιδος, τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι, ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.