αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων· ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις σμήριγγας ἐστάλαξε κωδείας πέδῳ, ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας, ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας Κρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος, ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην, ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ σάρκας καταίθων λοφνίσιν δωμήσατο, Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν· ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳ νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι· λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην ταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας, τοῖς Τευταρείοις βουκόλου πτερώμασι· τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ, στείλασα κοῦρον τὸν κατήγορον χθονός, ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη, λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.