φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης. ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι, τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς. οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος, μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται. αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος, ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων, ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον, πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος, καρατομηθεὶς τύμβον αἱμάξεις πατρός. οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ. ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις χανοῦσα κευθμῷ χείσεται διασφάγος, λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων, ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροι τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος, πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ· σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων, μητρὸς κελαινῆς χέρνιβας μιμούμενος, ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος, λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας. σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα