αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον, κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν, ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων, καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα, τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ. ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων, ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας· οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶν πένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός, ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ, ἀλλʼ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται, καλῶν ἐπʼ εὐχαῖς πλεῖστα Φύξιον Δία πορθουμένοισι κῆρας ἀρκέσαι πικράς. τότʼ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ, οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες· ἀλλʼ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν. πολλοὺς δʼ ἀριστεῖς πρωτόλειά θʼ Ἑλλάδος αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους, αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,