μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς, πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει. καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι, ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος, πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας. καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης, στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον. ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται, πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας, γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων, ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων. Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν ἐκεῖνο δάψει πημάτων ὑπέρτατον, εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων, πτεροῖσι χέρσον αἰετὸς διαγράφων ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει, κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν, τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν Πτῴου τε πατρός ἁρπάσας μετάρσιον, ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας, ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ, λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος. λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος, σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,