ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις, σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν κείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις. λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν, σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας. Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳ Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην, τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον, τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν, τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε· μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα, μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί· οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν. καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα. καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα, στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ, τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς, ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων, αἰθυιόθρεπτος πορκέων λιναγρέτης, κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος, χηλῷ κατεδρύφαξε διπτύχους γονάς. σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς