σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας, ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ· οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου βύκταισι χερνίψαντες ὠμησταὶ πόριν, τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ, ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον, δαρὸν φαληριῶσαν οἰκήσει σπίλον Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν, ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται. βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος, στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν σάρκας λεβητίζουσα δαιταλουργίᾳ. χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην, εἰς πέντε που πλειῶνας ἱμείρων λέχους. οἱ δʼ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου σὺν μητρὶ τέκνων νηπίων κρεανόμου ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην, σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων Σφάλτην ἀνευάζοντες, ᾧ ποτʼ ἐν μυχοῖς Δελφινίου παρʼ ἄντρα Κερδῴου θεοῦ Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.