Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς. οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ, τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη. ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον φυγόντα Ναυμέδοντος ἁρπακτήριον ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν, τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας, γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον φερωνύμους ἔδυψε Νηρέως τάφους, πανώλεθρον κηλῖδα θωύξας γένει, ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην. τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεται κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει, τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς, τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς, μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν, Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ, ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν. χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,