ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς, κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς, νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε, τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν— κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς, ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων, λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος· ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην, λάξας τράπεζαν κἀνακυπώσας Θέμιν, ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους. τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον, ἄσιτα κὰδώρητα φορμίζων μέλη· κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας. γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων. δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους, πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας, τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,