πένθος δὲ πολλαῖς παρθένων τητωμέναις τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς, δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον πέμψουσι παῖδας ἐστερημένας γάμων. Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε, καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς, καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι, καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος, ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων ποινὰς Γυγαίᾳ τίσετʼ Ἀγρίσκᾳ θεᾷ, τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον πάλου βραβείαις γηροβοσκοῦσαι κόρας. αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται, φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης. ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας, λαθραῖα κἀκκέλευθα παπταλώμεναι, ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι. θεᾶς δʼ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον, δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων, ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον,