σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχης πόντον προσαυγάζουσα φημισθήσεται. οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας. καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ ἄνοστον αἰάζοντας ἕξουσιν τύχην ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων Οὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας, χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ. τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν παραιολίξει τὰς ἀλεκτόρων πικρὰς στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς κρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος. ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς. θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ, τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον. οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται, λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν. ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ, Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη, ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς