χρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν, νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται, ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν. ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν, ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδη μολόντες αἰτίζωσι κοιράνου γύας, ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός. τοὺς δʼ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος. τοῖς δʼ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές, χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν, τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου. τῶν Ναυβολείων δʼ εἰς Τέμεσσαν ἐγγόνων ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ, πάτραν Λίλαιαν κἀνεμωρείας πέδον ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας. Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον, ἔκβλητον αἰάζουσα Κράθιδος πέλας τόργοισιν αἰώρημα φοινίοις δέμας.