Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις χῶρος ὄρος (cod. B) χώρας Scheer. συνοίκους δέξεται Κόλχων Πόλαις, μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς Αἴας Κορίνθου τʼ ἀρχός, Εἰδυίας πόσις, τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν, οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ. ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται, τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν ἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφων κλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος, Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν. Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος, τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν. ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ. χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα, δίκης ἐάσει τάρροθος Τελφουσία Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ. ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών, Πράκτιν παρʼ αὐτὴν αἰπὺ νάσσεται λέπας, τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων. ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων, δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων ξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν. δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις