ΠΟΛΙΤΕΙΑΙ ΕΜΜΕΤΡΟΙ. Vgl. A 22. ΠΟΛΙΤΕΙΑΙ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ. Vgl. B 32-37. 6. [2 B., 2 Cr.] ATN. x 432D προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κ. ἐν τοῖς Ἐλεγείοις· καὶ τόδ’ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου * * * ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενής. καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ, καὶ προκαλεῖσθαι ἐξονομακλήδην, ὧι προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους, σῶμά τ’ ἀμαυρότερον τεύχουσιν· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον, ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα· τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμηι τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. ἑξῆς τε πάλιν φησίν· αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παρὰ χρῆμα τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ’ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις. 7. [36 B., 2ᵃ Cr.] SCHOL. EURIP. Hipp. 264 ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν , ὅπερ Χίλωνι ἀνατιθέασιν. ὡς K. DIOG. I 41 [8. II 213, 12] ohne Autornamen : ἦν Λακεδαιμόνιος Χίλων σοφός. ὃς τάδ’ ἔλεξε· μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά. 8. [55 B., 3 Cr.] PLUT. Cim. 10 [nach 76 B 20] Κ. δὲ τῶν τριάκοντα γενόμενος ἐν τοῖς Ἐλεγείοις εὔχεται· πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δ’ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου. 9. [6 B., 3 Cr.] STOB. III 29, 11 Κριτίου· ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί. 10. VITA EURIPID. p. 135, 33 τούτων [Dramen des Euripides] νοθεύεται τρία· Τέννης, Ῥαδάμανθυς, Πειρίθους. Vgl. unten S. 318, 11f. Als Satyrstück fügte Σίσυφος hinzu Wilamowitz.