46. [0] ARISTID. ars rhet. II 2, 7 [ über Xenoph. Symp. Anf. ἀλλ’ ἔμοι γε δοκεῖ] εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῶι 〈ὁ〉 λόγος ἀποφαντικοῦ οἷον δοκεῖ δ’ ἔμοι γε , σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων. 47. [0] — 3, 15 [ über Xen. Symp. 1, 4 μᾶλλον τοῖσδε ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις] εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν , Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν. 48. [38 B.] DIO CHRYSOST. 21, 3 [II 267 Arn.] ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην [αὐτὸν εἵλοντο ἐπί γε τῶι μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν. 49. [0] PSEUDODIONYS. ars. rhet. [3. Jahrh. n. Chr.] 6 p. 25, 10 Usen. ἀνθρώπωι γὰρ γενομένωι κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν . 50. [34 B., 11 M.] PHILOSTR. V. Soph. pr. p. 1, 9 K. οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῶι πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν, ἔμελλε πατέρα Ὁμήρωι ποταμὸν εἶναι.