41. [0] HEROD. π. μον. λέξ. p. 40, 14 τὸ δὲ παρὰ Κριτίαι ἐν ταῖς Ὁμιλίαις ὀρσότης ἀντὶ τοῦ ὁρμή παράσημον. ΠΕΡΙ ΦΥΣΕΩΣ ΕΡΩΤΟΣ Η ΑΡΕΤΩΝ. 42. [37 B.] GAL. lex. Hippocr. XIX94K. (zu Epid. III 17, 11 [m 134L.] γυνὴ Δυσήνιος) δυσανίης: Κ. ἐν τῶι Περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· δυσάνιος δέ ἐστιν, ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται, καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον. Vgl. B 48. ΔΗΜΗΓΟΡΙΚΑ ΠΡΟΟΙΜΙΑ. 43. HERMOG. d. id. II 415, 27 Sp. oben S. 612, 19. 44. [35 B., 12 M.] AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ‛εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης οὔθ’ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον οὔθ’ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ’ ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδειμεν ἄν, εἴ μὴ παρ’ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμηνʹ. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ. 45. [31 B., 8 M.] — — X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρώιαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι, μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπεν.