ΤΕΝΝΗΣ. 11. Eponym von Tenedos vgl. Konon 28 [Phot. 126 p. 135ᵇ 19 B.] . 12. [EUR. fr. 695, TGF p. 578 Nauck] STOB. III 2, 15 Εὐριπίδης Τέννηι. φεῦ· οὐδὲν δίκαιόν ἐστιν ἐν τῶι νῦν γένει. ΡΑΔΑΜΑΝΘΥΣ. 13. [660 N.] ANTIATT. BEKK. p. 94, 1 ἐξαιρεῖν ἀντὶ τοῦ ἀφαιρεῖν. Εὐριπίδης δὲ Ῥαδαμάνθυϊ· οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται. 14. [658 N.] STRAB. VIII p. 356 Εὐριπίδης . . . ἐν Ῥαδαμάνθυϊ· οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν. 15. [659 N.] STOB. II 8, 12. IV 20, II, 61 Εὐριπίδου Ῥαδάμανθυς· ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῶι δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις. ἄλλωι δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι. οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρηίζω τυχεῖν, δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.