1. [7 Bach fr. (1827), 7 Crusius Anth. lyr. p. 134 ff.] ATH. XIII p. 600 E [Eros] ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε· τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ’ ὠιδὰς ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον. οὔ ποτέ σου φιλότης γηράσεται οὔτε θανεῖται, ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν παῖς διαπομπεύηι, προπόσεις ἐπὶ δεξιὰ νωμῶν, παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν. ΚΡΙΤΙΟΥ ΕΛΕΓΕΙΑ. 2. [1 B., 1 Cr.] ATHEN. epit. I p. 28B K. δὲ οὕτως [ näml. τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει]· κότταβος . . . τρόπαιον’. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. XV 666 B πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κ. φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων· κότταβος . . . καθιστάμεθα . LEX. BEKK. VI Anecd. I 382, 19 [Phot. A 73, 3 Reitzenst.] ἀλεξίλογα: οὕτω τὰ γράμματα κέκληκε Κ. ὁ τύραννος. [v. 10.] κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα, εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος, * * * Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα· εὐναίου δὲ λέχους 〈ἔξοχα〉 κάλλος ἔχει Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι. Φοίνικες δ’ εὗρον γράμματ’ ἀλεξίλογα, Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη, φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. 3. [33 B.] MALL. THEODOR. de metr. p. 19 metrum dactyiicum hexametrum inventum primitus ab Orpheo C. asserit. Vgl. oben II 66, 6. ΕΙΣ ΑΛΚΙΒΙΑΔΗΝ. 4. [3 B., 5 Cr.] HEPHAEST. 2, 3 (περὶ συνεκφωνήσεως) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις . . . ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γάρ· καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι· νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως. 5. [4 B. 6 Cr.] PLUT. Alcib. 33 τὸ μὲν οὖν ψήφισμα τὴς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίοχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται. Vgl. B 75.