<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="45"><p>45 Εἶθ᾿  οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ὑμῶν
πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ
καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χλριστοῦ καὶ κατηχήσας
αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, <lb n="30"/>
καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς
αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.</p></div><div type="textpart" subtype="chapter" n="46"><p>46 Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιθος ἀδελφοὶ τυγχάνοντες
σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ

<pb n="174"/>
δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως
ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀντερεῖ
<lb n="25"/> ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ
ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα
ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσῳ. Τρόμος
δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως
ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ.</p></div><div type="textpart" subtype="chapter" n="47"><lb n="30"/><p>47 Τότε λαβόμενος αὐτοῦ τῆς χερὸς ἀνῆλθεν ἐν ᾧ τὸ
πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρατήσας
τῇς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ
ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη
ὁ ἱερεὐς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος·
<lb n="35"/> Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ
κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υὑοῦ

<pb n="175"/>
καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν
δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δ΄ βαπτίζοντες καὶ καταρτίζοντες <lb n="20"/>
ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν,
πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ
ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν.</p></div><div type="textpart" subtype="chapter" n="48"><p>48 Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν
ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ <lb n="25"/>
ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ
τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα·
φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς
νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν
νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον <lb n="30"/> <note type="marginal">189 Z</note>
ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;</p></div><div type="textpart" subtype="chapter" n="49"><p>49 Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς
αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύπην
μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ
ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ᾿ οὕτως ἑαυτόν. τοῦτον <lb n="35"/>
οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν

<pb n="176"/>
πρὸς αὐτόν· Στῆθι δαῖμον καὶ ἀνάγγειλόν μοι τί τρέχεις.
Ὁ δὲ παῖς τρέμων καὶ κλαίων διηγήσατο τὸν Ἰωάννην ὅτι
Πατρὸς φονεὺς γέγονα ὁ ταλαίπωρος· καὶ ἰδοὺ διὰ τὴν
<lb n="30"/> πολλὴν θλῖψιν μέλλω καὶ ἣν ἐμοίχευσα γυναῖκα ἀνελεῖν καὶ
ἐμαυτόν.</p></div></div></body></text></TEI>