13 Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ὑμᾶς ἐν τῇ νήσῳ, 14 τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ τοῦ δὲ βασιλέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντκρυς τῆς τῶν Μιλησίων πόλεως. ἰδοῦσα δὲ ἡ θάλασσα τὸν τοῖ κυρίου ἀπόστολον καὶ ἠγαπημένον μαθητὴν καθάπερ εὔσημος δούλη τὰ νῶτα ὑφαπλώσασα τοῦτον μετὰ πάσης εὐλαβείας πρὸς τὴν γῆν παραστῆσαι ἐσπούδασεν. 15 Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τ(??)ς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποεῖν εἰς πάντα τὰ ἔθνη ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτῃ, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας. 16 Eἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστολῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατʼ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοπὸν ὥδευε τὴν ὀδὸν αὐτοῦ χαίρων. 17 Οἱ δὲ ἄνθρες τῆς κώμης ἐκείνης ἔνθα κατήντησεν ὁ ἀπόστολος ἐξελθὼν ἀπὸ τῆς θαλάσσης ἀναστάντες ἤγειραν εὐκτήριον μικρὸν τοῦ θεολόγου εἰς μέσον περιλαβόντες τὴν πέτραν ἔνθα καθεσθεὶς ὁ ἀπόστολος ὑπέδειξεν αὐτοῖς προσκυνεῖν καὶ δοξάζειν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν. ἡ δὲ πέτρα ἐκείνη οὐκ ἐπαύσατο ἐκβλύζειν τὸ κατὰ καιρὸν μύρον εὐωδίας εἰς ἐπίδειξιν καὶ πίστιν πάντων τῶν πιστῶν. ἐλθόντων δὲ ἡμῶν ἐν Ἐφέσῳ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς ἀπάντησιν τοῦ ἀποστόλου.