<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="81"><p>81 Ὡς δὲ ἐνεδύσατο, ἐπιστραφεῖσα εἶδε τὸν Φουρτουνᾶτον <note type="marginal">235 Z</note>
κείμενον· λέγει πρὸς Ἰωάννην· Πάτερ καὶ οὗτος ἀναστήτω
καὶ εἰ μάλιστα προδότης μου ἐπειράθη γενέσθα. Ὁ δὲ Καλλίμαχος <lb n="5"/>
ἀκούσας ταῦτα αὐτῆς εἰρηκυίας ἔφη· Μή, παρακαλῶ
σε Δρουσιανή ἡ γὰρ φωνὴ ἣν ἀκήκοα τούτου οὐκ ἐφρόντισεν,
ἀλλὰ περὶ σοῦ μόνης ἀνήγγειλε, καὶ ἰδὼν ἐπίστευσα·
εἰ φὰρ ἦν ἀγαθός, τάχα ἂν καὶ αὐτὸν ἐλεήσας ὁ θεὸς διὰ
τοῦ μακαρίου Ἰωάννου ἤγειρεν· ἐπέσχετο οὖν τὸν ἄνδρα κακῶς <lb n="10"/>
τεθνάναι. Καὶ ὁ Ἰωάννης αὐτῷ εἶπεν· Οὐκ ἐμάθομεν
τέκνον κακὸν ἀντὶ κακοῦ ἀποδοῦνα. καὶ γὰρ ὁ θεὸς ποιησάντων
ἡμᾶς εἰς αὐτὸν πολλὰ κακὰ καὶ οὐχὶ καλὰ ἀντιμισθίαν
ὑμῖν οὐκ ἀπέδωκεν ἀλλὰ μετάνοιαν· καὶ ἀγνοησάντων ὑμῶν
τὸ ὄνομα αὐτοῦ οὐκ ἠμέλησεν ἀλλ᾿ ἠλέησεν, καὶ βλασφημησάντων <lb n="15"/>
οὐκ ἐξῆλθεν ἀλλ᾿ εὐσπλαγχνίσθη· καὶ ἀπιστησάντων
ἡμῶν οὐκ ἐμνησικάκησε· καὶ διωξάντων τοὺς ἀδελφοὺς αὐτοῦ
οὐκ ἀνταπέδωκεν, ἀλλὰ μετάνοιαν ὑποβαλὼν καὶ ἀποχὴν κακῶν
παρεκάλεσε καὶ ἡμᾶς ἐπʼ αὐτόν, ὡς καὶ σὲ τέκνον Καλλίμαχε
καὶ μὴ μνησικακήσας ἐπὶ τοῖς πρώτοις δοῦλον ἑαυτοῦ <lb n="20"/>
παρέστησαν ἐπιτηροῦντα αὐτοῦ τῷ ἐλέει. ὅθεν εἰ μὴ ἐπιτρέπεις
τὸν Φουρτουνᾶτον ἀναστῆνα, Δρουσιανῆς χρεία.</p></div><div type="textpart" subtype="chapter" n="82"><p>Ἣ δὲ μὴ μελλήσασα ἀγαλλιάσει πνεύματος καὶ ψυχῆς
προσελθοῦσα τῷ Φουρτουνάτου πτώματι εἶπεν· Ὁ θεὸς τῶν
αἰώνων Ἰησοῦ Χριστέ, ὁ θεὸς τῆς ἀληθείας, ὁ παρασχόμενός <lb n="25"/>
μοι ἰδεῖν τέρατα καὶ σημεῖα, ὁ χαρισάμενός μοι τοῦ ὀνόματός
σου κοινωνὸν γενέσθαι· ὁ ἐμφυσήσας μοι ἑαυτὸν τῇ πολυμόρφῳ
σου ὄψει καὶ ἐλεήσας παντοίως· ὁ βιαζομένην με ὑπὸ τοῦ
παλαιοῦ μου συμβίου Ἀνδρονίκου περισκεπάσας τῇ πολλῇ σου
χρηστότητι· ὁ ἀδελφόν μοι παραδοὺς τὸν σὸν δοῦλον Ἀνδρόνικον· <lb n="30"/>
ὁ φυλάξας με καθαρκὰν ἕως τοῦ νῦν τὴν σὴν δούλην·
ὁ τελευτῆσάν με ὑπὸ Ἰωάννου ἀναστήσας τοῦ σοῦ θεράποντος·
<note type="footnote">( cf 191, 32) αὐτοῦ ἰωάννου ποιοῦντα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν
εἰκασμός M</note>
<note type="footnote">1 αὕτη R ‖ 3—208, 10 ὡς εἰκον. om M</note>
<note type="footnote">R 4 ⟨καὶ⟩ λέγει? ‖ scr εἰ καὶ? cf 192. 5 ‖ scr ἀκήκοεν (cf 186, 16)??
cf 188, 23? ‖ 8 ἰδὼν ⟨ἐγηγερμένην⟩?? cf 192, 11 ‖ 10 dignum morte iudicauit
quem dignam resurrectione non prodidit 𝔘 ‖ ἐπέσχ.] scr ἠπίστατο?? cf
𝔘 ‖ scr καλῶς (i e merito)?? ‖ 13 scr ἡμῶν? ‖ 16 scr ἐπεξῆλθεν ‖ scr
ἐσπλαγχνίσθη? ‖ 20 del καὶ? ‖ 21 scr παρέστησεν? κατέστησεν? ‖ scr ἐπιτη-
ροῦντι?? ‖ εἰ ⟨ἐμοὶ⟩? si mihi 𝔘 ‖ 22 scr ἀναστῆσαι? (ut resurgat 𝔘) cf 187, 17
192, 5 ‖ 23 μελήσασα R ‖⟨ἐν⟩ ἀγαλλιάσει? ‖ 32 scr τελευτήσασάν?</note>

<pb n="192"/>
ὁ καὶ ἐγηγερμένην με δείξας τὸν σκανδαλισθέντα ἀσκανδάλιστον·
ὁ ἀναπαύσας με ἐπὶ σὲ τελείως καὶ κουφίσας τῆς
ἀποκρύφου μανίας· ὃν ἐφίλησα καὶ ἠγάπησα· δέομαί σου
Χριστὲ μὴ παραπέμψῃ τὴν σὴν Δρουσιανὴν αἰτουμένην σε
<lb n="5"/> τὸν Φουρτουνᾶτον ἀναστῆναι, εἰ καὶ μάλιστα προδότης μου
ἐπειράθη γενέσθαι.</p></div><div type="textpart" subtype="chapter" n="83"><p>83 Καὶ λαβομένη τῆς χειρὸς τοῦ τεθνεῶτος ἔφη· Ἀνάστα
Φουρτουνᾶτε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ δὲ Φουρτουνᾶτος ἀναστὰς καὶ ἰδὼν τὸν Ἰωάννην ἐν τῷ
<lb n="10"/> μνήματι καὶ τὸν Ἀνδρόνικον καὶ τὴν Δρουσιανὴν ἐκ νεκρῶν
ἐγηγερμένην καὶ τὸν Καλλίμαχον πεπιστευμένον καὶ τοὺς λοιποὺς
ἀδελφοὺς δοξάζοντας τὸν θεὸν εἶπεν· Ὢ μέχρι ποῦ τῶν
δεινῶν ἀνθρώπων τούτων αἱ δυνάμεις ἐχώρησαν· οὐκ ἐβουλόμην
ἐγηγέρθαι ἀλλὰ μᾶλλον τεθνάναι, ὅπως αὐτοὺς μὴ ὁρῶ.
<lb n="15"/> Καὶ ταῦτα εἰπκὼν φυγὼν ἐξῆλθε τοῦ μνήματος.</p></div><div type="textpart" subtype="chapter" n="84"><p>84 Καὶ ὁ Ἰωάννης ἰθὼν τὴν ἀμετάθετον τοῦ Φουρτουνάτου
ψυχὴν εἶπεν· Ὢ φύσις μὴ καταβαλλομένη πρὸς τὸ
κρεῖττον· ὢ πηγὴ ψυχῆς μενούσης ἐν ῥύπῳ· ὢ οὐσία φθορᾶς
σκότους πλήρης· ὢ θάνατε ἐν τοῖς σοῖς ὀρχούμενε· ὢ δένδρον
<lb n="20"/> ἄκαρπον πυρὸς γέμον· ὢ ξύλον τὸν καρπὸν ἄνθρακα γέμον·
ὢ ὕλη ὑλομανίας σύνοικε καὶ ἀπιστίας γεῖτον· ἤλεγξας τίς εἶ
καὶ ἐλέγχῃ ἀεὶ ἅμα τοῖς σοῖς τέκνοις· καὶ τὸ δύνασθαι δοξάζειν
τὸ κρεῖττον οὐκ οἶδας· οὐ γὰρ ἔχεις. τοιγαροῦν οἵα
ἡ ὀδός σου τοιαύτη καὶ ῥίζα καὶ ἡ φύσις, καταργήθητι
<lb n="25"/> ἀπὸ τῶν ἐλπιζόντων πρὸς κύριον· ἀπὸ ἐννοιῶν αὐτῶν· ἀπὸ
τοῖ νοός· ἀπὸ τῶν ψυχῶν· ἀπὸ τῶν σωμάτων· ἀπὸ πράξεως·
ἀπὸ βίου· ἀπὸ ἀναστροφῆς· ἀπὸ ἀπωλείας· ἀπὸ ἐπιτηδεύματος·
ἀπὸ συμβουλίας· ἀπὸ ἀναστάσεως τῆς πρὸς θεόν· ἀπὸ
εὐωδίας ἧς κοινωνεῖν μέλλεις· ἀπὸ νηστειῶν· ἀπὸ δεήσεων·
<lb n="30"/> ἀπὸ λουτροῦ ἁγίου· ἀπὸ εὐχαριστίας· ἀπὸ τροφῆς σαρκός·
ἀπὸ πότου· ἀπὸ ἐνδύματος· ἀπὸ ἀγάπης· ἀπὸ ἀκηδίας· ἀπὸ
ἐγκρατείας· ἀπὸ δικαιοσύνης· ἀπὸ πάντων σε τούτων ἀνοσιώτατε
καὶ θεοῦ ἐχθρὲ Σατανᾶ καταργήσει σε Ἰησοῦς Χριστὸς
ὁ θεὸς ἡμῶν καὶ τῶν ὁμοίων σου τῶν ἐχόντων σου τὸν
<lb n="35"/> τρόπον.</p><note type="footnote">1 scr ἐγηγερμέηῃ μοι? ‖ scr παραπέμψῃς? ‖ 5 scr ἀναστῆσαι ?? (iube
resurgere 𝔘) cf 191, 22 ‖ 11 scr πεπιστευκότα? credidisse 𝔘 ‖ 17—193,12 multa
om multa de suo add 𝔘 ‖ 17 scr μεταβαλλομένη?? ‖ 20 scr ἄνθ. φέρον? ‖
21 γείτων R ‖ 24 ἡ ὁδός] ὁ καρπός exspectes ‖ 27 ἀπωλ.] scr ἀσχολίας?? ‖
28 scr ἀναπαύσεως?? ‖ 31 scr κηδείας?? ‖ 33 σε del? ‖ 34 καὶ ⟨κύριος⟩ ??
καὶ ⟨κριτὴς⟩?</note></div><div type="textpart" subtype="chapter" n="85"><pb n="193"/><p>85 Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης ἐπευξάμενος καὶ λαβὼν
ἄρτον ἐκόμισεν εἰς τὸ μνῆμα κλάσαι· καὶ εἶπε· Δοξάζομέν σου
τὸ ὄνομα τὸ ἐπιστρέφον ἡμᾶς ἐκ τῆς πλάνης καὶ ἀνηλεοῦς
ἀπάτης· δοξάζομέν σε τὸν παῤ ὀφθαλμοῖς δείξαντα ἡμῖν ἃ
εἴδομεν· μαρτυροῦμέν σου τῇ χρηστότητι ποικίλαις φανίσιν· <lb n="5"/>
αἰνοῦμέν σου τὸ ἀγαθὸν ὄνομα κύριε ἐλέγξαντι τοὺς ὑπὸ σοῦ
ἐλεγχομένους· εὐχαριστοῦμέν σε κύριε Ἰησοῦ Χριστέ, ὅτι πεπείσμεθα
ἀμετάβολον οὖσαν· εὐχαριστοῦμέν σου τῷ χρῄσαντι
φύσιν φύσεως σῳζομένης· εὐχαριστοῦμέν σοι τῷ τὴν ἀπαραίτητον
ἡμῖν δεδωκότι ταύτην ὅτι σὺ μόνος καὶ νῦν καὶ ἀεί· <lb n="10"/>
οἱ σοὶ δοῦλοι εὐχαριστοῦμέν σοι μετὰ προφάσεως συλλεγόμενοι
καὶ ἀναλεγόμενοι ἅγιε.</p></div></div></body></text></TEI>