<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="76"><lb n="5"/><p>76 Ὡς δὲ ἐν τῷ ἑαυτοῦ λογισμῷ ἐγένετο, ἐπύθετο αὐτοῦ
ὁ Ἰωάννης τὴν ἐν τῷ μνημείῳ εἴσοδον τί ἐβούλετο· καὶ μαθὼν
παῤ αὐτοῦ ἅπερ ὁ Ἀνδρόνικος εἰρήκει αὐτῷ, ὡς δῆθεν ἐρῶντος
αὐτοῦ Δρουσιανῆς, ἐπύθετο αὐτοῦ ὁ Ἰωάννης πάλιν εἰ
τοῦ μιαροῦ ἔσχε τέλους, ἐνυβρίσαι λειψάνου σεμνότητος γέμοντι·
<note type="marginal">234 Z</note> <lb n="10"/> ὃ δὲ ἀπεκρίνατο αὐτῷ· Πῶς γὰρ | ἠδυνάμην τοῦτο διαπράξασθαι;
ὅπου τὸ δεινὸν τοῦτο ζῷον τὸν μὲν Φουρτουνᾶτον μονόπληγα
ἔβαλεν ὁρῶντος ἐμοῦ, καὶ εἰκότως, αὐτοῦ μοι τὴν τοσαύτην
μανίαν παραθαρρύνοντος ἤδη τῆς ἀκαίρου ἐκείνης
καὶ δεινῆς πεπαυμένου μανίας· ἐμὲ δὲ τῷ φόβῳ ἔστησε, καὶ
<lb n="15"/> τοιοῦτον ἐποίησεν οἷον περὶ τοῦ ἀναστῆναί με εἴδετε. ἕτερον
δέ σοι θαυμασιώτερον ἐρῶ, τὸ μᾶλλόν με ἀνελὸν καὶ νεκρὸν
παρὰ μικρὸν θέμενον· ὅτε μου ἡ ψυχὴ παρεῖχεν ἔννοια καὶ ἡ
ἀκατάσχετος νόσος διώχλει, ἀποσυλήσαντός μου ἤδη ἅπερ ἦν
ἠμφιεσμένη ἐντάφια, εἶτα δὲ ἀποβάντος μου τοῦ τάφου καὶ
<lb n="20"/> θεμένου μου αὐτὰ ὡς ὁρᾷς, ἀπῆλθον πάλιν ἐπὶ τῷ ἀποτροπαίῳ
ἔργῳ· καὶ ὁρῶ τινα νεανίσκον εὔμορφον περισκέποντα
αὐτὴν τῷ ἑαυτοῦ ἱματίῳ· οὗ ἀπὸ τῆς ὄψεως λαμπηδόνες φωτὸς
ἐξήρχοντο εἰς τὰς ὄψεις αὐτῆς· ὅστις καὶ εἰς ἐμὲ ἔδωκε φωνὴν
λέγων· Καλλίμαχε ἀπόθανε ἵνα ζήσῃς. Τίς μὲν οὖν ἦν οὐκ
<note type="footnote">1 τελείωσον τὴν δόξαν σου R ‖ 1—2 τὸν νεανίσκον τοῦτον R ‖ 2 δι᾿  α.
om R ‖ γένηται R ‖ 2—3 ἐγ. α. om R ‖ 4 ὅλ. τ.] πολλὴν R intergram
𝔘 ‖ 5 αὐτῶ R ‖ ἐγίνετο M ‖ αὐτῶ M ‖ 6 τῆ M ‖ ἐν om R ‖ τοῦ μνημείου
R ‖ εἰσόδω M: cf 186, 25 ‖ 7—8 αὐτῷ - Δρ. om R ‖ 8 αὐτοῦ om R ‖ πάλ.
ὁ ἰω. R ‖ 8—9 utrum nunc temeritatis suae circa reliquias plenas uene-
rationis et gratiae aliquem habere potuisset effectam 𝔘 ‖ 8 εἰ] μὴ οὖν
ἡ R ‖ 9 scr ἔτυχε?? τέλος R Zahn: cf 182, 8 ἐν. γέμ. om M ‖
λειψάνῳ? ‖ 10 ἐδυναίμην R ‖ 11 τοῦτο om R ‖ ζ.] ξένον R ‖ 12 ὁρῶντος
om M ‖ κ. εἰκ.] ὡς εἰκὸς M ‖ 12—13 αὐτοῦ - παραθ. om M: qui incen-
tiuum addidit huius insaniae 𝔘 ‖ 12 scr μου? 13 ἤδη] πεπαυμένου μου
add R ‖ 13—14 ἀκ. - δειν.] πολλῆς R ‖ 14 πεπ. om R ‖ 14—15 ἐμὲ εἴδ.] τῶ
φόβω τοῦ τοιοῦδε ὄφεως M ‖ 14 ἔστ.] scr ⟨ἄφωνον⟩ ἔθηκε??? (cf 48, 2)
ἐξέπληξε??? ‖ 15 περὶ] scr πρὸ? ‖ 17 π. μ. om R ‖ μοι M fort recte ‖ ἡ ψ. -
καὶ om M: cf 𝔘 ‖ scr παρεῖκεν (uel παρεκινεῖτο) ἀνοίᾳ?? animi quadam
dementia ... correptus 𝔘 ‖ 18 ἐδιώχθη R ‖ ἤδη om R ‖ ἃ R ‖ 19 ἐντ. om M:
cf 185, 19 ‖ 20 μου om R ‖ ὡς ὁρᾷς om R ‖ 20—21 πάλ. - ἔργῳ om M praepe-
rans me ad impiam facinus 𝔘 ‖ 22 αὐτῆ R ‖ 23 ἀπεπήδησαν R ‖ τὴν ὄψιν
R ‖ ὅς M: cf 185, 12; 189, 10 ‖ 23—24 εἰς - λέγ.] εἴρηκέ μοι M in me ueniens
uocem dedit 𝔘  ‖ 24 ἀπόθανον (cf 164, 23; 189, 9) et add οὖν R</note>

<pb n="189"/>
ᾔδειν δοῦλε τοῦ θεοῦ· ὅτι δὲ σοῦ ὀφθέντος ἐνθάδε γνωρίζω
ἄγγελον αὐτὸν εἶναι θεοῦ εὖ οἶδα· τοῦτο δὲ ἀληθῶς ἐπίσταμαι
ὅτι ἀληθὴς θεὸς ὑπὸ σοῦ καταγγέλλεται καὶ τοῦτο πέπεισμαι.
ἀλλὰ κἀγὼ σὲ παρακαλῶ μὴ ἀμελήσῃς με ἀπὸ τοιαύτης
συμφορᾶς καὶ τόλμης δεινῆς ἐλευθερῶσαι καὶ παραστῆσαι <lb n="5"/>
τῷ θεῷ σου ἄνθρωπον ἀπατηθέντα αἰσχρᾷ καὶ μυσαρᾷ ἀπάτῃ.
βοηθείας οὖν δεόμενος παρὰ σοῦ ἅπτομαί σου τῶν ποδῶν. ἄνθρωπος
θέλω γενέσθαι τῶν ἐπὶ Χριστὸν ἐλπιζόντων, ὅπως καὶ
ἡ φωνὴ ᾖ ἀληθὴς εἰρηκυῖά μοι ἐνθάδε· Ἀπόθανε ἵνα ζήσῃς·
Ἥτις καὶ ἐτέλεσεν αὐτῆς τὴν ἐνέργεοαν· ἀπέθανε γὰρ ἐκεῖνος <lb n="10"/>
ὁ ἄπιστος, ὁ ἄτακτος, ὁ ἄθεος· ἐγύγερμαι δὲ ὑπὸ σοῦ ὁ μέλλων
πιστός, θεοσεβής, ὁ ἀληθείας γνωρίζων, ὃν παρακαλῶ
ὑπὸ σοῦ γνωρισθῆναί μοι.</p></div><div type="textpart" subtype="chapter" n="77"><p>77 Καὶ ὁ Ἰωάννης ἐν εὐφρασίᾳ πολλῇ ληφθεὶς καὶ καταμαθὼν
τὴν ὅλην θεωρίαν τῆς σωτηρίας τοῦ ἀνθρώπου <lb n="15"/>
εἶπεν· Ὢ τί κρατεῖς κύριε Ἰησοῦ Χριστὲ οὐκ οἶδα, ἠπορημένος
ἐπὶ τῇ πολλῇ σου εὐσπλαγχνίᾳ καὶ ἀπείρῳ μακροθυμίᾳ· ὢ
μέγεθος οἷον εἰς δουλείαν κατῆλθεν· ὢ ἐλευθερία ἄφραστος
δουλαγωγηθεῖσα παῤ ὑμῶν· ὢ ἀπερινόητε δόξα ἡμῶν· ὁ καὶ
τὸν νεκρὸν οἶκον φυλάξας ἀνύβριστον, ὁ τοῦ καθαιμάξαντος <lb n="20"/>
ἑαυτὸν ἀνθρώπου λυτραωτὴς καὶ τοῦ τὰ φθειρόμενα σώματα
σωφρονίζων· ὁ πατὴρ ὁ ἐλεήσας καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν
ἀμελήσαντα ἄνθρωπον· δοξάζομέν σε καὶ αἰνοῦμεν καὶ εὐλογοῦμεν
καὶ εὐχαριστοῦμεν τὴν πολλήν σου χρηστότητα καὶ
μακροθυμίαν ἅγιε Ἰησοῦ· ὅτι σὺ μόνος θεὸς καὶ οὐχὶ ἕτερος· <lb n="25"/>
ὁ τὸ ἀνεπιβούλευτον κράτος καὶ νῦν καὶ εἰς τοὺς ἅπαντας
αἰῶνας τῶν αἰώνων· ἀμήν.</p><note type="footnote">1 ἄνθρωπε M: cf 177, 13 et 161, 22; 187, 4 sed quia te uideo hic
dei seruum et apparuisti mihi, cognosco et illum angelum dei fuisse 𝔘 ‖
ὅτι om M ‖ σοῦ δὲ M ‖ scr σὲ ὀφθέντα?? cf 𝔘 ‖ 2 θ. ἄγγ. α. εἶναι R ‖ εὖ
οἴδα om M: cf 162, 30 ‖ 2—3 τοῦτο - πέπ.] et noui quia uere a te deus
adnuntiatur 𝔘: τοῦτο δὲ ἀ. ἐ. del (uar script)? et κ. τ. πέπ. ante ὅτι
ponend? an κ. τ. πέπ. del? ‖ τοῦτο - κατ.] τοῦ ὑπὸ σοῦ κηρυττομένου
M ‖ 4 κ. σὲ π βέομαί σου M rogo et deprecor 𝔘: fort scr κ. σὲ παρακ.
⟨καὶ⟩ δέομαί σου cf 204, 6 (sed etiam 187, 18; 191, 6 al) ‖ 4—13 με - μοι] τῆς
ἐμῆς ἕνεκεν σωτηρίας ἀλλὰ σπούδασον προσαγαγεῖν με τῶ σῶ δεσπότη
χριστῶ M etiam plura habet 𝔘 ‖ 8—9 ut et nocis eius ueritas compleatur
quae ait oportere me mori ut uiuerem 𝔘 ‖ 9 ᾖ] ἡ R ‖ ⟨ἡ⟩ εἰρηκυῖα?
cf 187, 13 ‖ 12 πιστὸς ⟨εἶναι καὶ εὔτακτος καὶ⟩? ‖ scr ἀλήθειαν et ἣν? ‖
14—27 καὶ ὁ - ἀμήν om M</note><note type="footnote">R 16 ὦ τί R qaid 𝔘 : scr Ὅ τι?? Τί?? ‖ κρ] agam 𝔘: scr φράσω?? ‖
21 σώματα ⟨μιαίνοντος τὴν ψυχὴν⟩? ‖ 26 ὁ] scr οὗ?</note></div><pb n="190"/><div type="textpart" subtype="chapter" n="78"><p>78 Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης προσλαβόμενος τὸν Καλλίμαχον
ἠσπάζετο λέγων· Δόξα τῷ θεῷ ἡμῶν τέκνον τῷ ἐλεύσαντί
σε καὶ καταξιώσαντί με δοξάσαι τὴν αὐτοῦ δύναμιν,
καὶ καταξιώσαντι καὶ σὲ μεθόδῳ τῆς παρὰ σοῦ ἐκείνης σου
<lb n="5"/> μανίας καὶ μέθης μεταστῆναι, ἐπὶ δὲ τὴν ἰδίαν ἀνάπαυσιν καὶ
ἀνακαίνισιν βίου καλέσαντι.</p></div><div type="textpart" subtype="chapter" n="79"><p>Ὁ δὲ Ἀνδρόνικος θεασάμενος τὸν Καλλίμαχον νεκρὸν
ἐγηγερμένον ἐδέετο τοῦ Ἰωάννου ἅμα τοῖς ἀδελφοῖς ὅπως καὶ
τὴν Δρουσιανὴν ἀνεγείρῃ λέγων· Ἰωάννη, ἀναστήτω καὶ τὸ
<lb n="10"/> βραχὺ κατορθωσάτω ὅπερ ἀπεκόμισεν λυπουμένη Δρουσιανὴ
τοῦ Καλλιμάχου ἕνεκεν, δόξασα αὐτὸν σκάνδαλον γεγενῆσθαι·
καὶ ὁπότε ὁ κύριος θέλει παραλήψεται αὐτήν. Καὶ ὁ Ἰωάννης
μὴ μελλήσας προσελθὼν τῷ τάφῳ αὐτῆς καὶ τῆς χειρὸς
κρατήσας ἔφη· Τὸν μόνον θεόν σε ὄντα ἐπικαλοῦμαι τὸν ὑπερμεγέθη,
<lb n="15"/> τὸν ἄφραστον, τὸν ἀκατάληπτον· ᾧ πᾶσα δύναμις
ἀρχοντικὴ ὑποτέτακται· πᾶσα ἐξουσία ἔκλινεν· ᾧ πᾶσα ἀλαζονεία
προπεσοῦσα ἡσυχάζει· ὃν δαίμονες ἀκούοντες φρίττουσιν·
τουσιν· ὃν ἡ κτίσις ὅλη καταμαθοῦσα μετριάζει· δοξασθήτω
σου τὸ ὄνομα ὑφʼ ἡμῶν, καὶ ἀνέγειρον Φρουσιανήν, ὅπως μᾶλλον
<lb n="20"/> Καλλίμαχος ἐπιστηριχθῇ οἰκονομήσαντι ἀνθρώποις μὲν
ἄπορον καὶ ἀδύνατον, σωτηρίαν καὶ ἀνάστασιν, σοὶ δὲ μόνῳ
δυνατόν, καὶ ἡ Δρουσιανὴ ἴδῃ ὅπως ἡ ἀναπεπαυμένη, τοῦ νεανίσκου
ἐπιστρέψαντος ἐμπόδιον μεθ᾿ ἑαυτῦς μηδὲ τὸ βραχύτατον
ἐπικομίζουσα ἐπιγενομένη πρὸς σέ.</p></div><div type="textpart" subtype="chapter" n="80"><lb n="25"/><p>80 Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης τῆ Δρουσιανῇ ἔφη·
Δρουσιανὴ ἀνάστηθι, Ἣ δὲ ἀναστᾶσα ἀπέβη τοῦ τάφου·
καὶ ἰδοῦσα αὐτὴν ἐν διακρουσίῳ μόνον περὶ τὸ πρᾶγμα διηπόρει·
καὶ μαθοῦσα ἀκριβῶς πάντα παρὰ τοῦ Ἀνδρονίκου,
τοῦ Ἰωάννου κειμένου ἐπʼ ὄψιν καὶ τοῦ Καλλιμάχου μετὰ
<note type="footnote">MR 1 καὶ - Ἰ.] ὁ δὲ ἰω. ὡς εἶχεν εὐθὺς M ‖ 2—6 δόξα - καλ.] paulo
plura habet 𝔘 ‖ 3 καὶ κ. - δύν. om M ‖ 4—5 καταξ. - μετ.] ἐκ τῆς μανίας
μεταστήσαντι ταύτης M ‖ 4 παρὰ σοῦ] scr παμμιάρου? ‖ 5—6 ἰδ. - βίου] αὐτοῦ
βασιλείαν M ‖ 7—12 θεασ. αὐτήν] ἐδέετο τοῦ ἰωάννου ὅπως καὶ τὴν δρου-
σιανὴν ἀναστήση M ‖ 7 ⟨ἐκ⟩ νεκρῶν? cf 192, 10 (170, 22??) ‖ 9—10 Δρ. ante
καὶ τὸ? ‖ 9 ⟨τοῦ βίου⟩ τὸ?? cf Tert de an 56 p 390, 2 ‖ 11 scr αὐτῷ?
12 scr θελήσει?? ‖ 13 μελήσας R ‖ 14—25 ἔφη - Ἰω. om M ‖ 16 scr ἐγκλίνει? ‖
17 scv προσπεσοῦσα? cf 161, 12; Mt c 27 i ‖ 20 ⟨σοι⟩ οἰκονομήσαντι? ‖ 21 ἀπό-
ρων et ἀδυνάτων R ‖ 22 ἴδῃ ὅπ. ἡ] scr ἤδη ἀναπνεύσῃ?? ἤδη ἀποβῇ (cf 26)?? ‖
24 scr ἐπειγομένη? cf 205, 9; 30, 16 al ‖ 25 τῇ Δρ.] sup scr utrobique σ M
om R: del? ‖ 27 καὶ ἰδ. διηπ. om M ‖ scr ἑαυτήν? ‖ scr δικροσσίῳ?
cf 187, 3 ‖ 28—20 πάντα - ὄψιν] τὰ ἐπʼ αὐτῆ γεγενημένα M ‖ 20—191,2 καὶ τ. -
ὁμ. δοξ.] μετὰ πάντων καὶ αὐτὴ ἐδόξασε τὸν θεὸν τὸν διὰ τοῦ θεράποντος</note>

<pb n="191"/>
φωνῆς καὶ δακρύων δοξάζοντος τὸν θεόν, ἠγαλλιᾶτο καὶ αὐτὴ
ὁμοίως δοξάζουσα. |</p></div></div></body></text></TEI>