<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="54"><pb n="178"/><p>54 Καὶ ἀνελθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ ἔμπροσθεν τῶν
ἀδελφῶν τὸ ὑπʼ αὐτοῦ πραχθέν. ὁ δὲ Ἰωάννης εἶπεν αὐτῷ·
Ὁ ὑποβαλών σοι νεανίσκε τὸν πατέρα σου ἀποκτεῖναι καὶ
μοιχὸν ἀλλοτρίας γυναικὸς γενέσθαι, οὗτός σοι ὡς δίκαιον
<lb n="5"/> ἔργον καὶ τὸ ἀφελεῖν τὰ ἄκαιρα ἐποίησεν. ἔδει δέ σε οὐχὶ
τοὺς τόπους ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν, ἥτις διὰ τῶν μορίων
ἐκείνων ἐδείκνυτο χαλεπαίνουσα· οὐ γὰρ τὰ ὄργανά ἐστι βλαπτικὰ
τῷ ἀνθρώπῳ ἀλλʼ αἱ ἀφανεῖς πηγαὶ διʼ ὧν πᾶσα κίνησις
αἰσχρὰ κινεῖται καὶ εἰς τὸ φανερὸν πρόεισιν. μετεγνωκὼς
<lb n="10"/> οὖν τέκνον ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ καὶ καταμαθὼν τὰς τοῦ
Σατανᾶ τέχνας ἔχεις τὸν θεὸν βοηθοῦντά σοι εἰς πάντα τὰ
τῆς ψυχῆς σου ἐγχειρίζοντα. Ὁ δὲ νεανίσκος ἡσυχάζων προσεκαρτέρει
μετεγνωκὼς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὅπως
ἀφέσεως τύχῃ παρὰ τῆς τοῦ θεοῦ χρηστότητος· καὶ οὐκ ἐχωρίζετο
<lb n="15"/> τοῦ Ἰωάννου.</p></div><div type="textpart" subtype="chapter" n="55"><p>55 Τούτων οὖν γινομένων ὑπʼ αὐτοῦ ἐν τῇ Ἐφεσίων πόλει
Σμυρναῖοι διεπέμψαντο πρὸς αὐτὸν πρέσβεις λέγοντας· Ἀκούο-
<note type="footnote">5 scr ἀκραῖα ἐνεποίησεν? ‖ 8 scr τῶν ἀνθρώπων?? ‖ 9 κινεῖται satin
sanum? ‖ 11 scr ἕξεις? ‖ 12 scr ἔγχρήζοντα?</note>
<note type="footnote">Q 19 scr σοι? ‖ 20 scr σοι? ‖ 21 αὐτῶν del? cf R: ἐκ τοῦ σώματος ex-
spectabat Vsener ‖ 25 λαβεῖν Zahn rect ut uid: cf 154, 2; 173, 11 ‖
27 αὐτὸν Zahn ‖ 37 scr κονιζομένης? cf 32; 35; 179, 18; 21</note>

<pb n="179"/>
μεν ὃν κηρύσσεις θεὸν ἄφθονός ἐστι καὶ διετάξατό σοι μὴ
ἐμφιλοχωρεῖν ἐν ἑνὶ τόπῳ. ὡς οὖν θεοῦ τοιούτου κῆρυξ
ὑπάρχεις, ἐλθὲ εἰς τὴν Σμύρναν καὶ εἰς τὰς λοιπὰς πόλεις,
ἵνα σου τὸν θεὸν ἐπιγνῶμεν, καὶ ἐπιγνόντες αὐτὸν ἐν αὐτῷ
τὰς ἐλπίδας ἔχωμεν.</p><lb n="5"/></div><div type="textpart" subtype="chapter" n="58"><p>58 Χρόνου δὲ ἱκανοῦ διελθόντος καὶ μηδενὸς τῶν ἀδελφῶν <note type="marginal">225 Z</note>
λυπηθέντος πώποτε ὑπὸ Ἰωάννου, ἐλυπήθησαν τότε εἰρηκότος
αὐτοῦ· Ἀδελφοί, ἤδη με καιρὸς τὴν Ἐφεσον καταλαβεῖν·
συντίθεμαι γὰρ τοῖς ἐκεῖ μένουσι, μήπως ῥᾳθυμήσωσι πολλῷ
χρόνῳ μὴ ἔχοντες ἄνθρωπον τὸν ἐπιστηρίζοντα αὐτούς· εἰς <lb n="10"/>
δὲ τὸν θεὸν ἔχειν ὑμᾶς πάντας τὸν νοῦν, τὸν μὴ ἀπολιμπανόμενον
ἡμῶν. Ἀκούοντες δὲ ταῦτα παῤ αὐτοῦ οἱ ἀδελφοὶ
ἐπένθουν, ἐπειδὴ αὐτοῦ ἐχωρίζοντο. καὶ ὁ Ἰωάννης εἶπεν·
Εἰ κἀγὼ χωρίζομαι ὑμῶν, ἀλλ᾿ ὁ Χριστὸς σὺν ὑμῖν ἐστιν ἀεί·
ὃν ἐὰν καθαρῶς φιλῆτε, ἀνεπίλειπτον ἕξετε τὴν ἀπʼ αὐτοῦ <lb n="15"/>
κοινωνίαν· φιλούμενος γὰρ φθάνει τοὺς φιλοῦντας αὐτόν.</p><note type="footnote">1 θεὸν ⟨ὅτι⟩? ‖ 3 scr ὑπάρχων? ‖ 5 ἔχομεν R</note><note type="footnote">MR 6 ἀπὸ λαοδικίας ἐν ἐφέσω τὸ δεύτερον inscr M ‖ διαγενομένου
R ‖ 7 λυπηθέντων M  ‖ποτὲ R ‖ 8 με] ῥ add R ‖ τ. Ἔ. κ.] ἐν τῆ ἐφέσω
ἐπανελθεῖν ἐπισπεύδει R ‖ 9 συντ. μέν. om R ‖ 10 ἄνθρωπον del Vsener ‖
10—12 εἰς - ἡμῶν om R ‖ 12 scr ὑμῶν? ‖ οἱ ἀδ. παῤ α. R ‖ 13 ἐπειδὴ] ὅτι R ‖
αὐτῶ R ‖ καὶ ὁ] ὁ δὲ R ‖ 14 ἐγὼ ὑμᾶς R ‖ ἀλλ᾿ ὁ om R Χρ.] ἰησοῦς
add R ‖ 15 ἀνυπόληπτον R ἀνεπίληπτον Zahn: cf 180,24 ἀδιόχλητοι ‖ ἀπ᾿ α.]
ἑαυτοῦ R</note><note type="footnote">Q 29 κατηχίσας Q ‖ 30 δοξάζοντα Zahn ‖ c 58 - 105 om (add Prochori
p 162, 3 - 9) Q: cf 169, 31</note></div><pb n="180"/><div type="textpart" subtype="chapter" n="59"><p>59 Καὶ ταῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, καταλιπών
τε πολλὰ χρήματα τοῖς ἀδελφοῖς εἰς διάδοσιν, πενθούντων
ἀπάντων τῶν ἀδελφῶν καὶ στεναζόντων ἐξῆλθεν εἰς
Ἔφεσον. συνῄεσαν δὲ αὐτῷ ἐκ τῆς Ἐφέσου Ἀνδρόνικός τε
καὶ Δρουσιανή, καὶ οἱ περὶ τὸν Λυκομήδην καὶ Κλεόβιον.
ἠκολούθησαν δὲ αὐτῷ καὶ Ἀριστοβούλα, ἐγνωκυῖα τὸν ἄνδρα
αὐτῆς Τέρτυλλον ἐν τῇ ὁδῷ τεθνάναι, Ἀρίστιππος δὲ ἅμα τῷ
Ξενοφῶντι, καὶ ἡ σώφρων πόρνη, καὶ ἕτεροι πλείονες, οὓς
ἑκάστοτε προέτρεπεν ἐπὶ τὸν κύριον, καὶ μηκέτι βουλόμενοι
<lb n="10"/> χαωρίζεσθαι αὐτοῦ.</p></div><div type="textpart" subtype="chapter" n="60"><p>60 Καταχθέντων δὲ ἡμῶν ἔν τινι πανθοχείῳ ἐρήμῳ τὴν
πρώτην ἡμέραν, καὶ ἀπορούντων κραββάτου ἕνεκεν Ἰωάννου,
παίγνιον εἴδομεν. εἷς τις ἦν ἐκεῖ ἄστρωτος κράββατος κείμενος
<note type="marginal">226 Z</note> ἔν τινι τόπῳ, ἐφʼ ᾧ ἃ ἐπεφερόμεθα περιβόλαια στρώσαντες
<lb n="15"/> παρεκαλέσαμεν αὐτὸν ἀναπεσόντα ἐν αὐτῷ ἀναπαυθῆναι, τῶν
λοιπῶν ἁπάντων ἐπὶ τοῦ ἐδάφους ὑπνωσάντων. κατακλιθεὶς
οὖν ὑπὸ τῶν κορίων διωχλεῖτο· καὶ ὡς ἐπὶ πλεῖον αὐτῷ ὀχληρότεροι
ἐγίνοντο, ἤδη τῆς νυκτὸς τὸ μέσον καταλαβούσης,
ἀκουόντων πάντων ἡμῶν ἔφη αὐτοῖς· Ὑμῖν λέγω ὦ κόραι,
<lb n="20"/> εὐγνωμονήσατε σὺν ἑνὶ πάντες, καὶ καταλιπόντες τὴν νύκτα
ταύτην τὸν οἶκον ὑμῶν ἡσυχάσατε ἐν ἐνὶ τόπῳ, καὶ ἔστε
πόρρω τῶν δούλων τοῦ θεοῦ. Καὶ ἡμῶν γελώντων καὶ ἐπὶ
πλέον ὁμλούντων ὁ Ἰωάννης εἰς ὕπνον ἐτράπετο· αὐτοὶ δὲ
ἡρέμα λαλοῦντες ἀδιόχλητοι αὐτῷ ἐγινόμεθα.</p></div></div></body></text></TEI>