39 Κινδυνεύετε ἄνδρες Ἐφέσιοι θαλάσσης ἐπέχειν τρόπον. πᾶς ποταμὸς ἀπορρέων καὶ πάσα πηγὴ κατατρέχουσα, ὄμβρον τε καὶ ἐπάλληλοι κλύδωνες καὶ χειμάρροι πετρώδεις ὑπὸ τῆς ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε διʼ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδωλεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀνθρωπίνων λογισμῶν. ἰδσὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν ὑμῶν πάντας ὑμᾶς θαναταώσω. 40 Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νεκροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦμέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εὶ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω τὸ θρήσκευμα ὑμῶν καὶ ἐφʼ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀποστήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς. 41 Καὶ εἰπὼν ταῦτα προσηύξατο οὕτως· Ὁ θεὸς ὁ ὑπὲρ πάντων λεγομένων θεῶν ὑπάρχων θεός· ὁ μέχρι σήμερον ἐν τῇ Ἐφεσίων πόλει ἀθετούμενος· ὁ ὑπερβαλών μου τῇ διανοίᾳ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον ὃν οὐδέποτε ἐν νῷ εἶχον· ὁ 1 εἰδωλίου R: cf 15; 172, 19 ‖ 5 ἄνδρες ⟨Ἐφέσιοι⟩?? cf 7; 169, 18; 172, 10 173, 6 ‖ scr δούλῳ?? ‖ 8 scr ὄμβροι? ‖ 10 ἐπαγγελίας corrupt uid: ὑπο- στάθμης exspectes ‖ 13 νοσ.] scr πόσας? cf 203, 12 ‖ 16 scr διελέγξων? ‖ νεκρ. corruptum? ‖ 16—17 scr τῷ ἀνθρωπίνῳ λογισμῷ? cf 183,25 ‖ 18 del εἶναι? an ἔχειν corruptum ? ‖ ἐν] scr οὖν? item Iames ‖ 24  scr γοῦν? ‖ 26 καὶ - ἐλ corrupta uid ‖ ἐλέγχεται Iamer ‖ scr ἀποστήσεσθε? ‖ 33 scr ὑποβαλών? πᾶσαν θεοσέβειαν ἐλέγξας διὰ τῆς σῆς ἐπιστροφῆς· οὗ ὀνόματι πᾶν εἴδωλον φεύγει καὶ πᾶς δαίμων δύναμίς τε καὶ πᾶσα ἀκάθαρτος· καὶ νῦν φεύγων τῷ ὀνόματι τῷ σῷ τοῦ ἐνθάδε δαίμονος, ὅστις πλανᾷ τοσοῦτον ὄχλον, δεῖξον τὸ σὸν ἔλεος ἐν τῷ τόπῳ τούτῳ, ὅτι πεπλάνηνται. 42 Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχομένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡνᾶς. 22 cf Matth 23, 38 ‖ 29 cf Io 17, 3 1 scr ἐπισκοπῆς?? cf 207, 5 ‖ 2 scr τε καὶ δύναμις ? ‖ 3 φ. τῷ] scr φεύγοντος? ‖ 11 στήμονος Iames (? cf στύω στῦλος) 1 Q 15 καταστρ.] ut narrauit Prochorus ‖ 19 ἔφερεν Zahn: recte?? ἤνεγκεν exspectes ‖ 27 scr τῆς γῆς? ‖ 30 καὶ et q s] cf Lipsius I p 468 36 ἀνεχόμενον Zahn uik tolerabilius ‖ 38 deest uerbum : cf 174, 23 ὅτι σὺ μόνος θεός, νῦν ἐπεστρέψαμεν ὁρῶντές σου τὰ θαυμάσια· ἐλέησον ἡμᾶς ὁ θεὸς ὡς θέλεις, καὶ τῆς πολλῆς πλάνης ῥῦσαι ἡμάς. Καὶ οἳ μὲν αὐτῶν ἐπʼ ὄψιν κείμενοι ἐλιτάνευον· οἳ δὲ τὰ γόνατα κλίνοντες ἐδέοντο· οἳ δὲ τὰς ἐσθῆτας διαρρήξαντες ἔκλαον· οἳ δὲ φυγεῖν ἐπειρῶντο. 43 Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπολαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανερὸν ὁρωμένην καὶ τὰ θαυμαστά ἔργα παῤ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύτης δοῦλον βοηθηθῆναι παῤ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρνακεία;