<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="34"><lb n="20"/><p>34 ἐκεῖνο δὲ ἐβουλόμην πρῶτον ἐγκατασπεῖραι ὑμῶν τοῖς,
ἀκοαῖς τῷ τῶν ψυχῶν ἐπιμελεῖσθαι, οὗ ἕνεκεν παραγέγονα
πρὸς ὑμᾶς, μὴ προσδοκᾶν τὸν χρόνον τοῦτον αἰῶνα ὑπάρχειν
ὅς ἐστι ζυγοῦ, μηδὲ θησαυρίζειν ἐπὶ τῆς γῆς ἔνθα ἅπαντα
μαραίνονται· μηδὲ ἡγεῖσθε παίδων ὑμῖν συγγινομένων αὐτοῖς
<lb n="25"/> ἀναπεπαῦθαι· μηδὲ τούτων ἕνεκεν ἀποστερεῖν καὶ πλεονεκτεῖν
πειρᾶσθε· μηδὲ λυπῇσθε οἱ πένητες εἰ μὴ ἔχητε ταῖς
ἡδοναῖς ὑπηρετεῖν· καὶ γὰρ οἱ ἔχοντες ἐν νόσοις γενόμενοι
μακαρίζουσι· μηδὲ ὑμεῖς οἱ πλούσιοι χαίρετε ἐπὶ τῷ ἔχειν
πλείονα χρήματα· ἐν γὰρ τῷ ταῦτα κεκτῆσθαι ἀχώριστον τὴν
<lb n="30"/> λύπην πορίζεσθε ἀπολυόμενοι αὐτῶν· καὶ πάλιν φοβεῖσθε παρόντες
μή τις πείθεται ὑμῖν αὐτῶν ἕνεκα.</p></div><div type="textpart" subtype="chapter" n="35"><p>35 ὁ δὲ ἐν εὐμορφίᾳ σώματος ἐπαιρόμενος καὶ τὸ βλέμμα
ἐπανατείνων τὸ τέλος γοῦν τῆς ἐπαγγελίας ἐπὶ τοῦ μνήματος
θεάσῃ· ὁ δὲ μοιχείᾳ χαίρων γνῶθι ὅτι καὶ νόμῳ καὶ φύσις
<note type="footnote">4 νυσταγμῶ num sanum ? ‖ κείμεναι, τεθειμένων αὐτῶν ε. τὸ μ. Iames:
ac sane ordo uerborum mirus ‖ del καὶ? ‖ 9 scr ⟨καὶ⟩ π. ὑμῖν κατάδηλον? ‖
15 ὑμᾶς del ?? cf 162, 30 et 31 ‖ 17 scr ὑμῶν? ‖ δὴ] scr εἴδει? ? ‖ 18 scr ποίαις? ‖
scr ὑπάρχουσιν?? ‖ 18—19 ὀλ - συναιρ. corrupta ‖ 21 τῷ] τὸ Iames: τῷ ═ διὰ τὸ? ‖
23 ζ.] ζ. ῥοπή Iames: fort t [ζυγοῦ] ⟨ῥοπή⟩ ‖ 24 scr ἡγεῖσθαι? ‖ 25 scr ἀναπεπαῦ-
σθαι? ‖ 26 scr πειρᾶσθαι?? ‖ scr λυπεῖσθαι?? λυπεῖσθε? ‖ scr ἔχετε?? ‖ 28
μακαρίζουσι? ‖ 30 scr παρόντων ?? ‖ 31 scr πείθηται ?? ἐπίθηται? ‖ 34 scr νόμος?</note>

<pb n="169"/>
τετιμώρηται καὶ πρὸ τούτων ἡ συνείδησις. ἡ δὲ μοιχευομένη
γυνὴ αὔταρκις οὖσα τῷ νόμῳ ἀγνοεῖς ὅπου καντατήσεις. ὁ δὲ
τοῖς δεομένοις μὴ κοινωνῶν, ἔχων δὲ χρήματα ἀπόθεται,
ἀπαλλαγεὶς τοῦ σώματος τούτου καὶ δεόμενός τινος ἐλέους ἐν
πυρὶ φλεγόμενος οὐχ ἕξει τὸν ἐλεοῦντα. ὁ δὲ ὀργίλος καὶ <lb n="5"/>
μανιώδης γνῶθι ὅτι ὅμοια τοῖς ἀλόγοις ζῴοις πολιτεύῃ. ὁ δὲ
μέθυσος καὶ αἰρετικὸς κατάμαθε ὅτι ἐξίσταται τῶν φρενῶν
δουλεύων αἰσχρᾷ καὶ ῥυπαρᾷ ἐπιθυμίᾳ.</p></div><div type="textpart" subtype="chapter" n="36"><p>36 ὁ δὲ χρυσῷ χαίρων καὶ ἐλεφαντίνων καὶ λίθοις τερπόμενος
νυκτὸς ἐπελθούσης ἃ φιλεῖς θεᾶσαι; ὁ δὲ μαλακαῖς <lb n="10"/>
ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα
ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν
τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως
καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ
ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρχοντες, <lb n="15"/>
τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ
σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους
καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπιστάμενοι
καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ
ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλλασσόμενοι, <lb n="20"/>
ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται.</p></div><div type="textpart" subtype="chapter" n="37"><p>37 Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης δυνάμει θεοῦ ἰάσατο
πάσας τὰς νόσους. οἱ δὲ ἀπὸ Μιλήτου ἀδελφοὶ ἔφησαν τῷ
Ἰωάννῃ· Πολὺν χρόνον ἐν τῇ Ἐφέσῳ μεμενήκαμεν· εἰ δοκεῖ
σοι, καὶ εἰς Σμύρνην πορευθῶμεν. ἤδη γαρ ἀκούομεν τὰ μεγαλεῖα <lb n="25"/>
τοῦ θεοῦ κἀκεῖ κεχωρηκότα. Καὶ ὁ Ἀνδρόνικος ἔφη
αὐτοῖς· Ὁπόταν ὁ διδάσκαλος θέλῃ, τότε πορευθῶμεν. Ὁ δὲ
Ἰωάννης ἔφη· Πρῶτον ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ πορευθῶμεν.
τάχα γὰρ κἀκεῖ ἡμῶν ὀφθέντων εὑρεθη σονται τοῦ κυρίου
οἱ δοῦλοι.</p><lb n="30"/><note type="footnote">2—5 cf Luc 16, 19 ss ‖ 11 cf Luc 12, 20</note><note type="footnote">1 τετιμ.] σὲ τιμωρεῖται? ‖ 2 scr αὐτάρκης??? an ἄνταρτις (fem ab eo
q e ἀντάρτης)?? ‖ scr καταντήσεις: cf 18 ‖ 3 del δὲ?? ‖ scr ἀπόθετα ‖ 5 scr
ἕξεις? ‖ 7 scr ἐμετικὸς? ‖ scr ἐξίστασαι? ‖ 9 scr ἐλεφαντίνῳ? ‖ 12 scr ὠφελεῖ
σε? ὠφελήσει Iames ‖ scr γίνωσκέ σοι? ‖ 15 scr ὑπάρχετε?? cf 152, 6 ‖
17 scr βυθὸν κολαστήριον? ‖ 20 scr πολεμίους? ‖ 21 del ἐν??  ‖ 25 scr Σμύρναν??
cf 173, 7: 179, 3 ‖ 30 del οἱ ?? cf 173, 8</note><note type="footnote">Q 32 μετὰ et inseruit in Prochori in p 162, 3 Q: cf 179, 30</note></div><div type="textpart" subtype="chapter" n="38"><pb n="170"/><p>38 Ἦν οὖν μετὰ δύο ἡμέρας ἡ γενέθλιος τοῦ εἰδωλείου.
ὁ ουν Ἰωάννης πάντων λευκοφορούντων μόνος ἐνδυσάμενος
μέλανα ἀνῄει εἰς τὸν ναόν· οἳ δὲ συλλαβόμενοι αὐτὸν ἀνελεῖν
ἐπειρῶντο. ὁ δὲ Ἰωάννης ἔφη· Μεμήνατε ἐπιχειροῦντες ἐμοὶ
<lb n="5"/> ἄνθρες δοῦλοι τοῦ μόνου θεοῦ. Καὶ ἀνελθών ἐπί τινα βάσιν
ὑψηλὴν ἔλεγε πρὸς αὐτούς·</p></div></div></body></text></TEI>