<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="29"><p>29 γενοῦ δέ μοι σὺ ἀγαθὸς ζωγράφος Λυκόμηδες· ἔχεις
χρώματα ἅ σοι δίδωσι διʼ ἐμοῦ ὁ ἑαυτῷ πάντας ἡμᾶς ζωγραφῶν
<lb n="20"/> Ἰησοῦς, ὁ τὰς μορφὰς καὶ τὰ εἴδη καὶ τὰ σχήματα καὶ
τὰς διαθέσεις καὶ τοὺς τύπους τῶν ψυχῶν ἡμῶν ἐπιστάμενος.
ἔστι δὲ ταῦτα τὰ χρώματα ἅπερ σοι λέγω ζωγραφεῖν πίστις ἡ
εἰς θεόν, γνῶσις, εὐλάβεια, φιλία, κοινωνία, πρᾳότης, χρηστότης,
φιλαδελφία, ἁγνεία, εἰλικρίνεια, ἀταραξία, ἀφοβία,
<lb n="25"/> ἀλυπία, σεμνότης, καὶ ὅλος ὁ τῶν χρωμάτων χορὸς ὁ εἰκονογραφῶν
σου τὴν ψυχήν, καὶ καταβεβλημένα σου τὰ μέλη ἀνεγείρων
ἤδη, τὰ δὲ ἐπηρμένα ὁμαλίζων, καὶ τὰς πληγὰς θεραπεύων
καὶ τὰ τραύματα ἰώμενος καὶ τὰς πειρωμένας σου
τρίχας συντιθεὶς καὶ τὸ πρόσωπόν σου νίπτων καὶ τοὺς
<note type="footnote">1 ἔτι om R ‖ 2 Ὁ θ.] scr ὅτι θεὸς? del?? ‖ μοί om R ‖ μόνος om R ‖
ἐγ. με R ‖ 3 συμβίας R ‖ γε om Σ΄ ‖ 4 ἐκείνους Σ om e illos I: cf 2 ‖ δεῖ R ‖
5 πάτερ om Σ΄ ‖ μοι om Σ΄ ‖ 6 ἀγ. ὁδ. R ‖ 7 μηδέπω Σ΄ (post πρόσ. Ο I) ‖
ἑ, τὸ R ‖ 8 εἶπε πρὸς τὸν λυκομίδην R ‖ 8—9 scr τέκνον τὸν κ. σου; τοι. ε.
τῇ μ.?? an intercidit aliquid post μορφῇ? ‖ 8 τεκνίον (Σ) filiole mi I: cf 13
al ‖ τῇ om Σ e ‖ 9 τὸν κ. σου] προσηνὴς R inepte ‖ τὸν] ὑπὲρ τὸν y e super I
coniectura futtili ‖ με π.] τοίνυν πείσεις με R: cf 165, 24 ‖ 9—10 ὁμ. μου
ὑπ. ἡ εἰκ. αὕτη R: cf 12 ‖ 10 προσήνεγκεν αὐτῶ κάτ. R ‖ 11 καὶ - κατ. om R ‖
12 κύρ.] μου add R ‖ ὅτι ῥμ. μου ἐστὶ ἡ εἰκ. αὕτη R: cf 9 12—167, 7 οὐκ -
εἰκόνα] κακῶς δὲ τοῦτο διεπράξω (cf167, 6) reliqua desunt usque ad 196,79 Σ΄</note>
<note type="footnote">R 13 scr ἐμὲ? ‖ 15—17 ⟨μὴ νομίσης⟩ χρωμάτων?? ‖ 16 τ. κ. π.] scr
κόλλης κ. τύπου?? cf 21 ‖ ⟨καὶ⟩ μορφῆς? cf 20 ‖ 28 scr σπειρομένας?
διασπειρομένας?</note>

<pb n="167"/>
ὀφθαλμούς σου παιδεύων καὶ τὰ σπλάγχνα σου καθαρίζων καὶ
τὴν γαστέρα σου κοιλαίνων καὶ τὰ ὑπογάστριά σου ἐκκόπτων·
καὶ ἁπλῶς ὅλη συνελθοῦσα τῶν τοιούτων χρωμάτων καὶ μίξεις
ἐπὶ τὴν ψυχήν σου ἀνέκπληκτον καὶ ἄξεστον καὶ στερεόμορφον
αὐτὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καταστήσει· ὃ <lb n="5"/>
δὲ νῦν διεπράξω παιδιῶδες καὶ ἀτελές· ἔγραψας νεκροῦ νεκρὰν
εἰκόνα.</p></div><div type="textpart" subtype="chapter" n="30"><p>30 Καὶ κελεύσας Βήρῳ τῷ διακονοῦντι αὐτῷ ἀδελφῷ
τὰς ἐν ὅλῃ τῇ Εφέσῳ ἀγαγεῖν πρεσβυτέρας, ἡτοιμάζετο δὲ
ἅμα τῇ Κλεοπάτρᾳ καὶ τῷ Λυκομήδει τὰ πρὸς ἐπιμέλειαν. <lb n="10"/>
ἦλθεν οὖν ὁ Βῆρος λέγων τὸν Ἰωάννην· Τῶν ἐνθάδε οὐσῶν
πρεσβυτίδων ὑπὲρ ἑξήκοντα τεσσάρων μόνον τῷ σώματι ὑγιαινούσας
εὗρον, τῶν δὲ λοιπῶν τινὰς δὲ καὶ παραλυτικὰς καὶ
ἄλλας νοσούσας. Ὁ δὲ Ἰωάννης ταῦτα ἀκούσας καὶ ἐπὶ πολὺ
ἡσυχάσας καὶ τὸ πρόσωπον αὐτοῦ ἀποτρίβων εἶπεν· Ὢ ἀτονία <lb n="15"/>
τῶν ἐν Ἐφέσῳ οἰκούντων· ὢ πράγματα ἐκλελυμένα καὶ ἀσθένεια
ἡ πρὸς τὸν θεόν· χρόνῳ ἐμπαίξας Ἐφεσίων τοῖς πιστοῖς
διάβολε· Ἰησοῦς μοι χάριν διδοὺς καὶ δωρεὰν ἔχειν με τῆς
ἐν αὐτῷ παρρησίας λέγει μοι νῦν σιγῶν· Μετάπεμψαι τὰς
νοσούσας γραίας καὶ γενοῦ ἅμα αὐταῖς ἐν τῷ θεάτρῳ καὶ <lb n="20"/>
διʼ ἐμοῦ θεράπευσον αὐτάς· εἰσὶ γάρ τινες τῶν ἐρχομένων ἐπὶ
τῇ θέᾳ ταύτῃ οὓς διὰ τῶν τοιούτων ἰάσεων εἴ τι χρήσιμον
γενόμενος ἐπιστρέψω.</p></div><div type="textpart" subtype="chapter" n="31"><p>31 Τοῦ δὲ παντὸς ὄχλου συνελθόντος πρὸς τὸν Λυκομήδην
τοῦ Ἰωάννου ἕνεκα ἀπετάξατο πᾶσι λέγων· Αὔριον γίνεσθε <lb n="25"/>
ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν.
Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον·
ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ
παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν
Ἐφεσίων κατʼ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα <lb n="30"/>
τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω,
ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός,
μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο
ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος.</p><note type="footnote">1 scr ἐπιδεύων?? φαιδρύνων?? ‖ 3 ⟨ἄθροισις⟩ καὶ μίξις? ‖ 4 scr
ἄτρεστον? ‖ 9 πρεσβυτέρας ⟨....⟩? cf 165, 14 ‖ 11 ⟨πρὸς⟩ τὸν Ἰ.? τῷ Ἰωάννῃ? ‖
12 scr τέσσαρας? ‖ 13 ⟨τινὰς μὲν τονούσας,⟩ τινὰς? cf 15 ‖ 19 παρρησίας
⟨θέλων⟩?? ‖ 22 scr εἴς τι?? ‖ 22—23 scr χρησίμων γενομένων?? ‖ 23 ⟨....⟩
γενόμενος? ‖ 26 βούλεσθε ⟨θεᾶσθαι⟩? an δύναμιν ⟨ἰδεῖν⟩? ‖ 27 ἐκ] scr ἔτι?? ‖
29 scr στρατηγὸς πρῶτος??? cf 161, 10; 168, 16: 186, 21; 121, 13 Ph c 14 i ;
27; 37; al ‖ 31 τῷ Ἰ. ὑπεσχῆσθαι? an τὸν Ἰωάννην ὑπισχνεῖσθαι? ‖ 32 scr ἔχει?</note></div><div type="textpart" subtype="chapter" n="32"><pb n="168"/><p>32 Ταῦτα οὖν γνοὺς ὁ Ἰωάννης καὶ κινηθεὶς ὑπὸ τῶν
ῥημάτων τούτων ἐκέλευσε τὰς πρεσβύτιδας εἰς τὸ θέατρον
ἀχθῆναι. ὡς δὲ εἰσήχθησαν πᾶσαι, αἳ μὲν κραββάτοις αἳ δὲ
νυσταγμῷ κείμεναι αὐτῶν, εἰς τὸ μέσον, καὶ τῆς πόλεως συνδραμούσης,
<lb n="5"/> σιγῆς πολλῆς γενομένης, ὁ Ἰωάννης ἀνοίξας τὸ
στόμα αὐτοῦ ἤρξατο λέγειν·</p></div><div type="textpart" subtype="chapter" n="33"><p>33 Ἄνδρες Ἐφέσιοι, γνῶτε πρῶτον τίνος ἕνεκεν τῇ ὑμετέρᾳ
πόλει ἐπιθημῶ, ἢ τίς ἡ τοσαύτη μου παρρησία πρὸς ὑμᾶς,
ὡς καὶ τῷ κοινῷ τούτῳ βουλευτηρίῳ πᾶσιν ἡμῖν καταδήλου
<lb n="10"/> γενέσθαι. ἀπέσταλμαι οὖν ἀποστολὴν οὐκ ἀνθρωπίνην οὐδὲ
ἀποδημίαν ματαίαν· οὐδὲ τις ἔμπορος τυγχάνω ἀντιπράσεις
ποιούμενος ἢ ἀντικαταλλαγάς, ἀλλʼ ὑμᾶς ὅλους ἐπιστρέφων
ἀπιστίᾳ κεκρατημένους καὶ ἐπιθυμίαις αἰσχραῖς πεπραμένους
ὃν κηρύσσω Ἰησοῦν Χριστὸν εὔσπλαγχνος ὢν καὶ χρηστὸς
<lb n="15"/> βούλεται διʼ ἐμοῦ τῆς πλάνης ὑμᾶς ἐξελέσθαι· οὗ δυνάμει καὶ
τὴν τοῦ στρατηγοῦ ὑμῶν ἀπιστίαν ἐλέγξω τὰς ἔμπροσθεν
ἡμῶν κατακειμένας ἀνιστῶν, ἃς πάντες ὁρᾶτε ἐν οἵῳ δὴ καὶ
ἐν ποίοις νόσοις ὑπάρχετε· καὶ οὐκ ἔστι μοι νῦν τοῦτο ὀλυσμένων
αὐτῶν καὶ θεραπείαις συναρεθήσονται.</p></div></div></body></text></TEI>