24 Καὶ ἡ Κλεοπάτρα ἐλθοῦσα σὺν τῷ Ἰωάννῃ εἰς τον κοιτῶνα αὐτῆς καὶ ἰδοῦσα τὸν Λυκομήδην τεθνηκότα αὐτὴ ἕνεκα, ἔπασχε τῇ φωνῇ καὶ τοῖς ὀδοῦσιν ἔτριζε καὶ τὴν γλῶσσαν ἀπέδακνε καὶ τοὺς ὀφθαλμοὺς καμμύουσα δάκρυα προσέβρεχε· καὶ ἠρέμα τῷ ἀποστόλῳ προσεῖχεν. ὁ δὲ Ἰωάννης σπλαγχνισθεὶς ἐπὶ τῇ Κλεοπάτρᾳ ὡς εἶδεν αὐτὴν μὴ μανεῖσαν μηδὲ ἐκστᾶσαν, ἐκάλεσε τὰ τέλεα σπλάγχνα καὶ ἀνυπερήφανα, εἶπε· Κύριε Ἰησοῦ Χριστέ, ὁρᾷς τὸ συνέχον· ὁρᾷς τὴν ἀνάγκην· ὁρᾷς Κλεοπάτραν ἐκβοῶσα τὴν ψυχὴν διὰ τοῦ σιγᾶν· συνέχει γὰρ ἐν ἑαυτῇ τὴν ἀφόρητον μανίαν· ἐπίσταμαι δὲ ὅτι ἕνεκεν τοῦ Λυκομήδους καὶ αὐτὴν ἐπαποθανουμένην. Ἣ δὲ ἠρέμα εἶπε πρὸς Ἰωάννην· Τοῦτο σκέπτομαι δέσποτα καὶ οὐχ ἕτερον. Καὶ προσελθὼν τῷ κλινιδίῳ ὁ ἀπόστολος ἐφʼ οὖ ὁ Λυκομήδης ἔκειτο καὶ λαβόμενος τῆς χειρὸς Κλεοπάτρας ἔφη· Κλεοπάτρα, διὰ τὸν παρεστῶτα ὄχλον καὶ τοὺς ἐπεισελθόντας συγγενεῖς σου μετὰ κραυγῆς ἰσχυρᾶς εἶπόν σου τῷ ἀνδρί· Ἀναστὰς δόξασον τοῦ θεοῦ τὸ ὄνομα, ὅτι νεκροὺς νεκροῖς χαρίζεται. Ἣ δὲ προσελθοῦσα καὶ εἰποῦσα τῷ ἀνδρὶ αὐτῆς καθʼ ἃ ἐδιδάχθη εὐθὺς ἀνέστησεν αὐτόν. ὃ δὲ ἀναστὰς καὶ πεσὼν ἐπὶ τοῦ ἐδάφους τοὺς τοῦ Ἰωάννου πόδας κατεφίλει. ὃ δὲ ἐγείρας αὐτὸν λέγει· Μὴ τοὺς ἐμοὺς πόδας ἄνθρωπε φίλει ἀλλὰ τοὺς τοῦ θεοῦ οὗ δυνάμει ἀνέστητε ἀμφότεροι. 25 Ὁ δὲ Λυκομήδης τῷ Ἰωάννῃ ἔφη· Παρακαλῶν σε ἐνορκίζω οὗ ὀνόματι ἤγειρας ὑμᾶς θεοῦ οὺν ὑμῖν μεῖναι ἅμα τοῖς σύν σοι πᾶσιν. Ὁμοίως δὲ καὶ ἡ Κλεοπάτρα τῶν ποδῶν αὐτοῦ ἁπτομένη ταὐτά ἔλεγεν. ὁ δὲ Ἰωάννης ἔφη αὐτοῖς· Αὔριον παῤ ὑμῖν ἔσομαι. Κἀκεῖνοι πάλι αὐτῷ ἔφησαν· Ἐλπὶς ἡμῖν οὐκ ἔστιν ἐν τῷ θεῷ σου, ἀλλὰ μάτην εἴημεν ἐγηγερμένοι, ἐὰν μὴ μείνῃς παῤ ἡμῖν. Καὶ ὁ Κλεόβιος ἅμα τῷ 3 scr παρεστῶτα? ‖ 5 scr τὸν θεόν? ‖ 9 αὐτὴ] scr αὐτῆς? ‖14 scr ἐπε- κάλεσε? ‖ 15 ⟨καὶ⟩ εἷπε? ‖ 16 Κλεο[;ατρας Iames probabiliter ‖scr ἐκβοῶσαν? item Iames ‖ 17 del ὅτι? an plura interciderunt? ‖ 23 scr εἰπέ? εἶπον imperatiuum probat Iames: cf 188, 24 ‖ 33 ταῦτα R Ἀριστοδήμῳ καὶ ὁ Δαμόνικος πληγέντες τὰς ψυχὰς ἔφησαν τῷ Ἰωάννῃ· Μείνωμεν πρὸς αὐτοὺς ὅπως ἀσκανδάλιστοι μείνωσι πρὸς τὸν κύριον. Ὃ δὲ ἐπέμεινεν ἐκεῖ σὺν τοῖς ἀδελφοῖς. 26 Συνῆλθου οὖν πλήθους πολλοῦ συναγωγὴ τοῦ Ἰωάννου ἕνεκα. καὶ ἐν τῷ ὁμιλεῖν αὐτὸν τοῖς παροῦσιν ὁ Λυκομήδης φίλον εὐφυῆ ἔχων ζωγράφον δρομαῖος ἐπʼ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ὁρᾷς ἐμὲ αὐτὸν ἐσκυλμένον πρὸς σέ· ἐλθὲ ταχέως εἰς τὴν οἰκίαν, καὶ ὃν ὑποδείκνυμί σοι τοῦτον γράψον μή ἐπισταμένου αὐτοῦ. Καὶ ὁ ζωγράφος ἐπιδούς τινι τα ἑαυτοῦ ἐπιτήδεια ἐργαλεῖα καὶ χρώματα εἶπε τῷ Λυκομήδῃ· Ὑπόδειξόν μοι αὐτὸν καὶ τοῦ λοιποῦ ἕσο ἀφρόντιστος. Καὶ ὁ Λυκομήδης δείξας τὸν Ἰωάννην τῷ ζωγράφῳ καὶ ἐγγίσας καὶ συγκλείσας εἴς τινα οἶκον ἀφʼ οὗ ἑωρᾶτο ὁ τοῦ Χριστοῦ ἀπόστολος· συνῆν δὲ ὁ Λυκομήδης τῷ μακαρίῳ εὐωχούμενος τῇ πίστει καὶ τῇ γνώσει τοῦ θεοῦ ἡμῶν, ἐπὶ πλεῖον δὲ ἠγαλλιάσατο ὅτι ἐν εἰκόνι ἤμλλεν αὐτὸν ἔχει. Ὁ οὖν ζωγράφος τῇ πρώτῃ ἡμέρᾳ σκιαγραφήσας αὐτὸν 223 Z ἀπηλλάγη· τῇ δὲ ἐξῆς καὶ τοῖς χρώμασιν αὐτὸν κατεκέρασε, καὶ οὕτως τῷ Λυκομήδει χαίροντι τὴν εἰκόνα ἀπέδωκεν. ἣν λαβὼν καὶ ἀναθεὶς εἰς τὸν ἑαυτοῦ κοιτῶνα ἔστεφεν· ὡς ὕστερον γνόντα τὸν Ἰωάννην εἰπεῖν αὐτῷ· Ἀγαπητόν μου τέκνον, 224 Z τί διαπράττῃ ἀπὸ τοῦ βαλανείου εἰσερχόμενος εἰς τὸν κοιτῶνά σου μόνος; ἐγὼ οὐχὶ σὺν σοὶ καὶ τοῖς λοιποῖς ἀδελφοῖς εὔχομαι; ἢ ἡμᾶς κρύπτεις; Καὶ ταῦτα λέγων καὶ παίζων μετʼ αὐτοῦ εἴσεισιν εἰς τὸν κοιτῶνα· καὶ ὁρᾷ εἰκόνα περιεστεμμένην πρεσβύτου καὶ παρακειμένους λύχνους καὶ βωμοὺς ἔμπροσθεν. καὶ φωνήσας αὐτὸν εἶπε· Λυκόμηδες, τί βούλεταί σοι τὸ τῆς εἰκόνος ταύτης; τῶν θεῶν σού τις τυγχάνει ὁ γεγραμμένος; ὁρῶ γάρ scr συνῆλθεν? ἀπόστολος ⟨....⟩? cf 167, 9 ‖ 15 scr ἔτι? Σ΄ (═ Σ[═ TOXYZ] e l) R 17 ὁ οὖν] antecedunt haec: Λεόντιος ὁ... βασιλικὸς ἀσηκρῆτις εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ἁγίας συνόδου πάρεισιν αἱ θεῖαι βίβλοι . . . οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν κακωνύμων αἱρετικῶν τῶν ἐκ παλαιοῦ τὰς τιμίας εἰκόνας διαβεβληκότων. ἁγία σύνοδος εἶπεν· Ἀναγνωσθήτωσαν. Ἐπιφάνιος διάκονος . . . ἀνέγνω· Ἐκ τῶν ψευδεπιγράφων περιόδων τῶ νἁγίων ἀποστόλων Σ΄ ‖ σκιογραφήσας R ‖ 20 λαβ. om Σ΄: del?? ‖ καὶ om XYZ e ‖ 21 αὐτῷ] τῶ λυκομίδη R ‖ μοι R ‖ 22 τοῦ om Σ e ‖ 23 ἐγὼ post σοὶ e om nonne ego tecum l ‖ λοιποῖς om R ‖ 24 ἤ] τί R recte?? ‖ ἡμ.] τοίνυν αὐτὸ R: cf 166, 9 ‖ κ. ταῦτα] ταῦτα δὲ R ‖ καὶ π. μ. om R ‖ αὐτῶ R ‖ 25 εἴσ.] συνεισῆλθεν αὐτῶ R ‖ πρ. περ. R ‖ 26 παρακειμένην R ‖ κ. β. ἔ. om I ‖ βωμὸν R: sic Thilo coniecerat ‖ 27 καλέσας R ‖ αὐτ.] ὁ ἰωάννης ad l R ‖ σου R ‖ 28 τίς τ. θ. σ. Σ΄ ‖ τὸν θεὸν R σε ἔτι ἐθνικῶς ζῶντα. Καὶ ὁ Λυκομήδης αὐτῷ ἀπεκρίνατο· Ὁ θεὸς μέν μοί ἐστιν ἐκεῖνος μόνος ὁ ἐμὲ ἐγείρας ἐκ τοῦ θανάτου μετὰ τῆς συμβίου μου. εἰ δὲ γε καὶ μετὰ τὸν θεὸν ἐκεῖνον τοὺς εὐεργέτας ἡμῶν ἀνθρώπους θεοὺς χρὴ καλεῖσθαι, σὺ εἶ πάτερ ὁ ἐν τῇ εἰκόνι γεγραμμένος μοι, ὃν στέφω καὶ φιλῶ καὶ σέβομαι ὁδηγὸν ἀγαθόν μοι γεγονότα. 28 Καὶ ὁ Ἰωάννης μηδέποτε τὸ ἑαυτοῦ πρόσωπον θεασάμενος εἶπεν αὐτῷ· Παίζεις με τέκνον· τοιοῦτός εἰμι τῇ μορφῇ τὸν κύριόν σου; πῶς με πείθεις ὅτι μοι ἡ εἰκὼν ὁμοία ὑπάρχει; Καὶ ὁ Λυκομήδης αὐτῷ προσήγαγε κάτοπτρον· καὶ ἰδὼν ἑαυτὸν ἐν τῷ κατόπτρῳ καὶ ἀτενίσας τῇ εἰκόνι εἶπε· Ζῇ κύριος Ἰησοῦς Χριστός, ὁμοία μοι ἡ εἰκών· | οὐκ ἐμοὶ δὲ τέκνον ἀλλὰ τῷ σαρκικῷ μου εἰδώλῳ· εἰ γὰρ θέλει με ὁ ζωγράφος οὗτος ὁ μιμησάμενός μου τὴν ὄψιν ταύτην ἐν εἰκόνι γράψαι, χρωμάτων τῶν δεδομένων σοι νῦν ἀπορῆσαι αὐτὸν καὶ σανίδων καὶ τόπου καὶ πόλις καὶ σχήματος μορφῆς καὶ γύρους καὶ νεότητος καὶ πάντων τῶν ὁρωμένων.