19 Καὶ ἐγγιζόντων ἡμῶν τῇ πόλει ὁ στρατηγὸς Ἐφεσίων Λυκομήδης, ἄνθρωπος τῶν δαιμόνων, ἀπήντησεν ἡμῖν, καὶ προσπεσὼν τοῖς ποσὶν Ἰωάννου παρεκάλει λέγων· Ἰωάννης ἐστί σοι ὄνομα; ἕπεμψέ σε ὁ θεὸς ὃν κηρύσσεις ἐπʼ εὐεργεσίᾳ τῆς ἐμῆς γυναικός, παραπλήγου γεγονότος ἢδη ἡμέρας ἑπτὰ καὶ ἀθεραπεύτου κειμένης. ἀλλὰ δόξασόν σου τὸν θεὸν ἰασάμενος αὐτὴν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. παραστὰς γάρ τις ἤδη σκεπτομένῳ ἐμαυτὸν λογισμὸν δοῦναι τοῦτον ἔφη· Λυκόμηδε, παῦσαι τῆς κατὰ σοῦ στρατευομένης ἐννοίας χαλεπῆς οὔσης· μὴ ὑποβάλῃς σεαυτὸν ταύτην· ἐγοὼ γὰρ σπλαγχνισθεὶς ἐπὶ τὴν ἐμὴν δούλην Κλεοπάτραν ἕπεμψα ἐκ Μιλήτου ἄνδρα ὀνόματι Ἰωάννην ὅστις οὐτὴν ἀναστήσας ἀποδώσει σοι σῴαν. βράδυνε οὖν δοῦλε τοῦ φανερώσαντός μοι θεοῦ σαυτόν, ἀλλὰ σπεῦσον ἐπὶ τὴν πνοὴν μόνην ἔχουσαν γυναῖκα. Καὶ εὐθέως ὁ Ἰωάννης ἀπῄει ἀπὸ τῆς πύλης ἅμα τοῖς σὺν αὐτῷ ἀδελφοῖς καὶ Λυκομήδης εἰς τὸν οἶκον αὐτοῦ. ὁ δὲ Κλεόβιος ἔφη τοῖς αὐτοῦ νεανίσκοις· Ἀπέλθατε πρὸς τὸν συγγενῆ μου Κάλλιππον καὶ ξενίαν ἀρετήν λάβετε παῤ αὐτοῦ—ἔχων γὰρ τὸν υἱὸν αὐτοῦ παραγίνομαι ἐκεῖ — ὅπως εὐπρεπῆ τὰ πάντα εὕρωμεν. 20 Γενόμενος δὲ ὁ Λυκομήδης σὺν τῷ Ἰωάννῃ ἐν τῇ οἱκίᾳ ἐν ᾗ ἡ γυνὴ ἕκειτο πάλιν αὐτοῦ τῶν ποδῶν ἥπτετο λέγων· Ἴδε κύριε τὸ μαρανθὲν κάλλος, ἔδε τὴν νεότητα, ἴδε τὸ διαβόητον ἄνθος τῆς ταλαιπώρου μου γυναικὸς ἐφʼ ᾧ ὅλη ἡ Ἔφεσος ἐξεστήκει· ἐφθονήθην ὁ τάλας, ἐταπεινώθην, ὀφθαλμὸς ἐχθρῶν ἔπληξέ με· οὐδέποτε ἠδίκησα οὐδένα, καίτοι πολλοὺς δυνάμενος βλάψαι, τοῦτο αὐτὸ προορώμενος, μή τι κακὸν 1 μαρκέλου R ‖ 5 ἤση R ‖ 9 scr γενέσθω: cf 183, 15 ‖ 11 λικομίδης R ‖ scr εὐδαιμόνων? item Iames ‖ 13 σε]  σε? σει? R ‖ 14 scr παραπλῆγος γεγονυίας? cf 162, 5 ‖ 17 scr ἐμαυτῷ ? ‖ scr τούτων? sed plura corrupta uid ‖ scr Λυκόμηδες ‖ 19 scr σεαυτῷ ?? ‖ ταύτῃ Iames probabiliter ‖ 22 scr ἑαυτόν? ‖ 25 scr Λυκομήδει? ‖ 26 κάλιππον R ‖ 27 scr ἀρεστὴν? ‖ 28 scr εὐτρεπῆ? ἤ τινα τύχη ταύτην ἴδοιμι φυλασσόμενος. τί οὖν οφελος γέγονε Κλεοπάτρα εὐλαβούμενόν με; τί οὖν ὤνησα εὐσεβὴς χρηματίσας ἕως σήμερον; δυσσεβοῦς χείρονα πάσχω ὅτι σὲ τοαύτην Κλεοπάτραν ὁρῶ κειμένην. οὐκ ὄψεταί με ἥλιος περιπολῶν σοῦ μηκέτι προσομιλοῦντος. φθᾴσω σε Κλεοπάτρα ἀπολύων ἑαυτὸν τοῦ βίου. ἀφειδήσω τῆς σωτηρίας μου ἔτι νεάνιδος οὔσης. ἀπολογήσομαι τῇ δίκῃ ὡς δκαίως μοι ὑποδράσαντος ἐξὸν δικασθῆναι πρὸ αὐτὴν ὡς ἀδίκως δικάζουσαν. τιμωρήσομαι αὐτὴν εἴδωλον βίου παραγενόμενος. ἐρῶ πρὸς αὐτήν· Σύ μου τὸ φῶς ἐβιάσω Κλεοπάτραν ἀφαρπάσασα· σύ με νεκρὸν ἐποίησας γενέσθαι τοῦτό μοι παρασχομένη· σύ με τὴν πρόνοιαν ἐβιάσω ἐνυβρίσαι ἐκκόψασά μου τὴν παρρησίαν. 21 Καὶ ἔτι πλείονα λέγων ὁ Λυκομήδης πρὸς τὴν Κλεοπάτραν προσελθὼν τῇ κλίνῃ ἀναβοῶν ἐθρήνει. ὁ δὲ Ἰωάννης ἀπέσπασεν αὐτὸν εἰπών· Μετάστηθι τῶν θρήνων τούτων καὶ τῶν ἀναρμόστων σου ῥημάτων. οὐ προσήκει ἀπεισθῆναι τῷ θεωμένῳ σοι. ἵστη γὰρ ἀπολαμβάνων τὴν αὐτοῦ σύμβιον. σὺν ἡμῖν τοίνυν στὰς τοῖς διὰ ταύτην ἐληλυθόσιν ἔπευξαι τῷ θεῷ ὃν εἶδες φανεροῦντά σε διʼ ὀνειράτων. τί οὖν ἐστιν ὦ Λυκόμηδες; διυπνίσθητι καὶ αὐτὸς καὶ ἄνοιξόν σου τὴν ψυχήν. ἀπόβαλε τὸν πολὺν ὕπνον ἀπὸ σοῦ. δεήθητι τοῦ κυρίου, παρακάλεσον αὐτὸν ὑπὲρ τῆς συμβίου σου καὶ ἀναστήσῃ. Ὃ δὲ πεσὼν ἐπὶ τοῦ ἐδάφους ἐθρήνει ὁλοψυχῶν. ὁ οὖν Ἰωάννης ἔφη μετὰ δακρύων· Ὢ καιυῆς προδοσίας ὁράματος· ὢ καινοῦ πειρασμοῦ ἐμοῦ κατασκευασθέντος· ὢ καινῆς τέχνης τοῦ κατʼ ἐμοῦ τεχνασαμένου. ἡ ἀπʼ οὐρανοῦ φωνὴ ἐνεχθεῖσά μοι ἐν τῇ ὁδῷ ταῦτά μοι ἐπραγματεύσατο; ταῦτά μοι προεδήλωσε τὰ μέλλσντα γενέσθαι ἐνθάδε; παραδιδούς με ὄχλῳ τοσούτῳ τῶν πολιτῶν ἕνεκεν Λυκομήδους; ὁ ἀνὴρ ἄπνους κεῖται, κἀμὲ εὖ οἶδα ὅτι ζῶντα τῆς οἰκίας οὐκ ἐάσει με ἐξελθεῖν. τί μέλλεις κύριε; τί σου τὸ χρηστὸν ἐπάγγελμα ἀποκέκλῃκας ἡμῖν; μή, δέομαί σου κύριε, μὴ δῷς χορεῦσαι τῷ 1 εἴ R ‖ scr τύχην τοιαύτην? ‖ ἴδ.] ἡδὺ μὴ R ‖ 2 Κλεοπάτραν(?) εὐλα- βουμένῳ μοι? ‖ 4 scr Κλεοπάτρα (uoc casu ut 5; 2?) ‖ περὶ πολλῶν R ‖ 5 scr σοι μ. προσομιλοῦντα? σοῦ μ. προσομιλούσης? cf 161, 14 ‖ 7 scr μου? ‖ 8 ἐξ ὧν R ‖ scr πρὸς ‖ 10 scr με τὸ φ. ἐβ. ⟨καταλιπεῖν⟩? ‖ 16 scr ἀπειθῆσαι ? ‖ 17 θεομένω R unde δεομένῳ (sequente σου) effeceram: sed cf 161, 16 ‖ scr ἴσθι ?? ἔσῃ? (ἵστη? ἵστι? R) ‖ scr ἑαυτοῦ? ‖ 19 scr σοι ⟨ἑαυτὸν⟩? cf 161, 22 ‖ 23 scr ἀναστήσει (scil αὐτήν)? ἀναστῇ?? ‖ ὀλιγοψυχῶν Ιαμεσ optime ‖ 25 scr ἐμοὶ? ⟨κατ᾿⟩ ἐμοῦ? cf 26; 163,3  ‖ 26 ⟨τοιαῦτα⟩ τεχνασαμένου? ‖ 26 scr παραδιδοῖς? ‖ 30 scr ἐάσουσιν??? ‖ 31 del με?? cf 168, 12 et 15 ‖ 32 scr ἡμῶν ? ἐπʼ ἀλλοτρίοις κακοῖς ἡδομένῳ· μὴ δῷς τούτῳ ὀρχεῖσθαι τῷ καταγγέλοντι ἡμῶν ἀεί. ἀλλά σου τὸ ἅγιον ὄνομα καὶ τὸ ἕλεος σπευσάτω. ἀνέγειρον πτώματα δύο κατʼ ἐμοῦ γεγενημένα. 22 Καὶ δὴ τοῦ Ἰωάννου ἐκβοῶντος ἡ Ἐφεσίων πόλις συνέδραμεν εἰς τὸν οἶκον Λυκομήδους ὡς τετελευτηκότος. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν πολὺν ὄχλον τὸν ἐληλυθότα εἶπε πρὸς κύριον· Νῦν καιρὸς ἀναψύξεως καὶ παρρησίας τῆς πρὸς σὲ Χριστέ. νῦν καιρὸς κάμνουσιν ἡμῖν τῆς ἐκ σοῦ βοηθείας ἰατρὲ δωρεὰν ἰωμένῳ. ἀκαταγέλαστόν μου τὴν ἐνταῦθα εἴσοδον διαφύλαξον. δέομαί σου Ἰησοῦ, ἐπαμύνω πλήθει τοσούτῳ ἐλθεῖν ἐπὶ σὲ τὸν τῶν ὅλων δεσπότην. ἴδε τὴν θλῖψιν, ἴθε τοὺς κατακειμένους. σὺ κατάρτισον καὶ ἀπὸ τῶν ἐντεῦθεν συνεληλυθότων σκεύη ἅγια εἰς ὑπηρεσίαν τὴν σὴν θεασαμένων τὴν δωρεάν σου. αὐτὸς γὰρ εἶπας Χριστέ· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. Αἰτούμεθα οὖν σε βασιλεῦ οὐ χρυσόν, οὐκ ἄργυρον, οὐχ ὕπαρξιν, οὐ κτῆσιν, οὐδὲ τι τῶν ἐπὶ γῆς ὄντων ἀπολλυμένων, ἀλλὰ ψυχὰς δύο δἰ ὧν ἐπιστρέφειν μέλλοντας ἐπὶ τὴν σὴν ὁδόν, ἐπὶ τὴν σὴν μάθησιν, ἐπὶ τὴν σὴν παρρησίαν, ἐπὶ τὴν ἄριστόν σου ἐπαγγελίαν· καταμαθόντες γὰρ τὴν δυναστείαν σου διὰ τοῦ ἐγηγέρθαι τοὺς ἀποψύξαντας σωθήσονταί τινες αὐτῶν. παράσχου οὖν καὶ αὐτὸς ἐλπίδα ἐπὶ σέ. πρόσειμι τοίνυν τῇ Κλεοπάτρᾳ λέγων· Ἀνάστηθι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. 23 Καὶ προσελθών, ἁψάμενος τοῦ προσώπου αὐτῆς ἔφη· Κλεοπάτρα, λέγει ὃν ἐφοβήθη πᾶς ἄρχων καὶ πᾶσα κτίσις, δύναμις, ἄβυσσός τε καὶ σκότος ἅπαν καὶ θάνατος ἀγέλαστος καὶ οὐρανῶν ὕψωμα καὶ ᾅδου κυκλώματα καὶ νεκρῶν ἀνάστασις καὶ πηρῶν ὄψις καὶ τοῦ κοσμοκράτορος ἅποσα ἡ δύναμις καὶ ἡ τοῦ ἄρχοντος ὑπερηφανία· Ἀνάστηθι, καὶ μὴ γίνου πρόφασις πολλοῖς ἀπιστεῖν θέλουσι καὶ θλίψεις ψυχὰς δυναμένας ἐλπίσαι καὶ σωθῆναι. Καὶ ἡ Κλεοπατρα εὐθέως μετὰ φωνῆς ἐβόησεν· Ἀνίσταμαι δέσποτα· σῷζε τὴν δούλην σου. ἀναστήσεις δέ μου δἰ ἡμερῶν ἑπτὰ ἡ πόλις Ἐφεσίων ἐκινεῖτο ἐπὶ τῷ παραδόξῳ θεεάματι. ἠρὠτα δὲ ἡ Κλεοπάτρα περὶ τοῦ 14 Matth 7, 7 2 scr καταγελῶντι? item Iames ‖ 9 scr ἰώμενε?  (cf 206, 10) item Iames 10 scr ἐπάμυνον? ‖ 12 σοὶ R ‖ 16 κτίσιν R ‖ ὄντων ⟨καὶ⟩? ‖ 17 μέλλ.] μέλλεις πάντας Iames optime nisi forte μέλλ⟨εις τοὺς παρ⟩όντας: cf 21 ‖ 19 scr ἄρρηκτόν?? ἄπταιστόν?? ἄυευστόν? ‖ 30 scr θλῖψις ψυχαῖς δυναμέναις? 33 post ἑπτὰ interpungit, lacunam quae uidelur esse post μου (μου τὸν ἄνδρα· Ἀναστάσης δὲ αὐτῆς temptabat Iames) non signigicat R ἀνδρὸς αὐτῆς Λυκομήδους· ὁ δὲ Ἰωάννης εἶπεν αὐτῇ· Κλεοπάτρα, ἀκίνητον ἔχουσα τὴν ψυχὴν καὶ ἀμετάτρεπτον αὐτόθεν ἕξεις Λυκομήδην τὸν σύμβιόν σου ἐνταῦθά σοι παρεστῶσα, εἴ γε μὴ ταράσσῃ μηδὲ κινῇ ἐπὶ τῷ γεγονότι, πιστεύσασα ἐπὶ τῷ θεῷ μου, ὅστις διʼ ἐμοῦ ζῶντα αὐτὸν χαρίσεται. ἐλθὲ οὖν ἅμα ἐμοὶ εἰς τὸν ἕτερόν σου κοιτῶνα, καὶ θεάσῃ αὐτὸν νενεκρωμένον, ἀνιστάμενον δὲ τῇ τοῦ θεοῦ μου δυνάμει.