νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ. σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται· ἔστι δʼ ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτʼ αὐτὸ στρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην. καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ